TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 750
Previous part

Chapter: 15 
Verse: 1  ὀργὴ ἀπόλλυσιν καὶ ϕρονίμους,
ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέϕει ϑυμόν,
λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
Verse: 2 
γλῶσσα σοϕῶν καλὰ ἐπίσταται,
στόμα δὲ ἀϕρόνων ἀναγγελεῖ κακά.
Verse: 3 
ἐν παντὶ τόπῳ ὀϕϑαλμοὶ κυρίου,
σκοπεύουσιν κακούς τε καὶ ἀγαϑούς.
Verse: 4 
ἴασις γλώσσης δένδρον ζωῆς,
δὲ συντηρῶν αὐτὴν πλησϑήσεται πνεύματος.
Verse: 5 
ἄϕρων μυκτηρίζει παιδείαν πατρός,
δὲ ϕυλάσσων ἐντολὰς πανουργότερος.
Verse: 6 
ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,
οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται.
οἴκοις δικαίων ἰσχὺς πολλή,
καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
Verse: 7 
χείλη σοϕῶν δέδεται αἰσϑήσει,
καρδίαι δὲ ἀϕρόνων οὐκ ἀσϕαλεῖς.
Verse: 8 
ϑυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ,
εὐχαὶ δὲ κατευϑυνόντων δεκταὶ παρ' αὐτῷ.
Verse: 9 
βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς,
διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
Verse: 10 
παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,
οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
Verse: 11 
ᾅδης καὶ ἀπώλεια ϕανερὰ παρὰ τῷ κυρίῳ,
πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνϑρώπων;
Verse: 12 
οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
μετὰ δὲ σοϕῶν οὐχ ὁμιλήσει.
Verse: 13 
καρδίας εὐϕραινομένης πρόσωπον ϑάλλει,
ἐν δὲ λύπαις οὔσης σκυϑρωπάζει.
Verse: 14 
καρδία ὀρϑὴ ζητεῖ αἴσϑησιν,
στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
Verse: 15 
πάντα τὸν χρόνον οἱ ὀϕϑαλμοὶ τῶν κακῶν προσδέχονται // κακά,
οἱ δὲ ἀγαϑοὶ ἡσυχάζουσιν διὰ παντός.
Verse: 16 
κρείσσων μικρὰ μερὶς μετὰ ϕόβου κυρίου
ϑησαυροὶ μεγάλοι μετὰ ἀϕοβίας.
Verse: 17 
κρείσσων ξενισμὸς λαχάνων πρὸς ϕιλίαν καὶ χάριν
παράϑεσις μόσχων μετὰ ἔχϑρας.
Verse: 18 
ἀνὴρ ϑυμώδης παρασκευάζει μάχας,
μακρόϑυμος δὲ καὶ τὴν μέλλουσαν καταπραύνει.
Verse: 18a 
μακρόϑυμος ἀνὴρ κατασβέσει κρίσεις,
δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
Verse: 19 
ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνϑαις,
αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
Verse: 20 
υἱὸς σοϕὸς εὐϕραίνει πατέρα,
υἱὸς δὲ ἄϕρων μυκτηρίζει μητέρα αὐτοῦ.
Verse: 21 
ἀνοήτου τρίβοι ἐνδεεῖς ϕρενῶν,
ἀνὴρ δὲ ϕρόνιμος κατευϑύνων πορεύεται.
Verse: 22 
ὑπερτίϑενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,
ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
Verse: 23 
οὐ μὴ ὑπακούσῃ κακὸς αὐτῇ
οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
Verse: 24 
ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωϑῇ.
Verse: 25 
οἴκους ὑβριστῶν κατασπᾷ κύριος,
ἐστήρισεν δὲ ὅριον χήρας.
Verse: 26 
βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος,
ἁγνῶν δὲ ῥήσεις σεμναί.
Verse: 27 
ἐξόλλυσιν ἑαυτὸν δωρολήμπτης,
δὲ μισῶν δώρων λήμψεις σῴζεται.
Verse: 27a 
ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαϑαίρονται ἁμαρτίαι,
τῷ δὲ ϕόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Verse: 28 
καρδίαι δικαίων μελετῶσιν πίστεις,
στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.
Verse: 28a 
δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνϑρώπων δικαίων,
διὰ δὲ αὐτῶν καὶ οἱ ἐχϑροὶ ϕίλοι γίνονται.
Verse: 29 
μακρὰν ἀπέχει ϑεὸς ἀπὸ ἀσεβῶν,
εὐχαῖς δὲ δικαίων ἐπακούει.
Verse: 29a 
κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης
πολλὰ γενήματα μετὰ ἀδικίας.
Verse: 29b 
καρδία ἀνδρὸς λογιζέσϑω δίκαια,
ἵνα ὑπὸ τοῦ ϑεοῦ διορϑωϑῇ τὰ διαβήματα αὐτοῦ.
Verse: 30 
ϑεωρῶν ὀϕϑαλμὸς καλὰ εὐϕραίνει καρδίαν,
ϕήμη δὲ ἀγαϑὴ πιαίνει ὀστᾶ.
Verse: 32 
ὃς ἀπωϑεῖται παιδείαν, μισεῖ ἑαυτόν·
δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
Verse: 33 
ϕόβος ϑεοῦ παιδεία καὶ σοϕία,
καὶ ἀρχὴ δόξης ἀποκριϑήσεται αὐτῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.