TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 751
Previous part

Chapter: 16 
Verse: 2  πάντα τὰ ἔργα τοῦ ταπεινοῦ ϕανερὰ παρὰ τῷ ϑεῷ,
οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
Verse: 5 
ἀκάϑαρτος παρὰ ϑεῷ πᾶς ὑψηλοκάρδιος,
χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀϑῳωϑήσεται.
Verse: 7 
ἀρχὴ ὁδοῦ ἀγαϑῆς τὸ ποιεῖν τὰ δίκαια,
δεκτὰ δὲ παρὰ ϑεῷ μᾶλλον ϑύειν ϑυσίας.
Verse: 8 
ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
οἱ δὲ ὀρϑῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
Verse: 9 
πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
ϕυλάσσεται δὲ ἀσεβὴς εἰς ἡμέραν κακήν.
Verse: 10 
μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
ἐν δὲ κρίσει οὐ μὴ πλανηϑῇ τὸ στόμα αὐτοῦ.
Verse: 11 
ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ,
τὰ δὲ ἔργα αὐτοῦ στάϑμια δίκαια.
Verse: 12 
βδέλυγμα βασιλεῖ ποιῶν κακά,
μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται ϑρόνος ἀρχῆς.
Verse: 13 
δεκτὰ βασιλεῖ χείλη δίκαια,
λόγους δὲ ὀρϑοὺς ἀγαπᾷ.
Verse: 14 
ϑυμὸς βασιλέως ἄγγελος ϑανάτου,
ἀνὴρ δὲ σοϕὸς ἐξιλάσεται αὐτόν.
Verse: 15 
ἐν ϕωτὶ ζωῆς υἱὸς βασιλέως,
οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέϕος ὄψιμον.
Verse: 16 
νοσσιαὶ σοϕίας αἱρετώτεραι χρυσίου,
νοσσιαὶ δὲ ϕρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον.
Verse: 17 
τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
δεχόμενος παιδείαν ἐν ἀγαϑοῖς ἔσται,
δὲ ϕυλάσσων ἐλέγχους σοϕισϑήσεται.
ὃς ϕυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἀγαπῶν δὲ ζωὴν αὐτοῦ ϕείσεται στόματος αὐτοῦ.
Verse: 18 
πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
πρὸ δὲ πτώματος κακοϕροσύνη.
Verse: 19 
κρείσσων πραύϑυμος μετὰ ταπεινώσεως
ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
Verse: 20 
συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαϑῶν,
πεποιϑὼς δὲ ἐπὶ ϑεῷ μακαριστός.
Verse: 21 
τοὺς σοϕοὺς καὶ συνετοὺς ϕαύλους καλοῦσιν,
οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
Verse: 22 
πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
παιδεία δὲ ἀϕρόνων κακή.
Verse: 23 
καρδία σοϕοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
ἐπὶ δὲ χείλεσιν ϕορέσει ἐπιγνωμοσύνην.
Verse: 24 
κηρία μέλιτος λόγοι καλοί,
γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
Verse: 25 
εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρϑαὶ ἀνδρί,
τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυϑμένα ᾅδου.
Verse: 26 
ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν // ἀπώλειαν,
μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι ϕορεῖ τὴν // ἀπώλειαν.
Verse: 27 
ἀνὴρ ἄϕρων ὀρύσσει ἑαυτῷ κακά,
ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων ϑησαυρίζει πῦρ.
Verse: 28 
ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ
καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει // ϕίλους.
Verse: 29 
ἀνὴρ παράνομος ἀποπειρᾶται ϕίλων
καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαϑάς.
Verse: 30 
στηρίζων ὀϕϑαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα,
ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
οὗτος κάμινός ἐστιν κακίας.
Verse: 31 
στέϕανος καυχήσεως γῆρας,
ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
Verse: 32 
κρείσσων ἀνὴρ μακρόϑυμος ἰσχυροῦ,
δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
Verse: 33 
εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.