TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 752
Previous part

Chapter: 17 
Verse: 1  κρείσσων ψωμὸς μεϑ' ἡδονῆς ἐν εἰρήνῃ
οἶκος πλήρης πολλῶν ἀγαϑῶν καὶ ἀδίκων ϑυμάτων μετὰ μάχης.
Verse: 2 
οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀϕρόνων,
ἐν δὲ ἀδελϕοῖς διελεῖται μέρη.
Verse: 3 
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ.
Verse: 4 
κακὸς ὑπακούει γλώσσης παρανόμων,
δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
Verse: 5 
καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀϑῳωϑήσεται·
δὲ ἐπισπλαγχνιζόμενος ἐλεηϑήσεται.
Verse: 6 
στέϕανος γερόντων τέκνα τέκνων,
καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
Verse: 6a 
τοῦ πιστοῦ ὅλος κόσμος τῶν χρημάτων,
τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
Verse: 7 
οὐχ ἁρμόσει ἄϕρονι χείλη πιστὰ
οὐδὲ δικαίῳ χείλη ψευδῆ.
Verse: 8 
μισϑὸς χαρίτων παιδεία τοῖς χρωμένοις,
οὗ δ' ἂν ἐπιστρέψῃ, εὐοδωϑήσεται.
Verse: 9 
ὃς κρύπτει ἀδικήματα, ζητεῖ ϕιλίαν·
ὃς δὲ μισεῖ κρύπτειν, διίστησιν ϕίλους καὶ οἰκείους.
Verse: 10 
συντρίβει ἀπειλὴ καρδίαν ϕρονίμου,
ἄϕρων δὲ μαστιγωϑεὶς οὐκ αἰσϑάνεται.
Verse: 11 
ἀντιλογίας ἐγείρει πᾶς κακός,
δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
Verse: 12 
ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,
οἱ δὲ ἄϕρονες διαλογιοῦνται κακά.
Verse: 13 
ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαϑῶν,
οὐ κινηϑήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.
Verse: 14 
ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης,
προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
Verse: 15 
ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
ἀκάϑαρτος καὶ βδελυκτὸς παρὰ ϑεῷ.
Verse: 16 
ἵνα τί ὑπῆρξεν χρήματα ἄϕρονι;
κτήσασϑαι γὰρ σοϕίαν ἀκάρδιος οὐ δυνήσεται.
Verse: 16a 
ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν·
δὲ σκολιάζων τοῦ μαϑεῖν ἐμπεσεῖται εἰς κακά.
Verse: 17 
εἰς πάντα καιρὸν ϕίλος ὑπαρχέτω σοι,
ἀδελϕοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν·
τούτου γὰρ χάριν γεννῶνται.
Verse: 18 
ἀνὴρ ἄϕρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ
ὡς καὶ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ ϕίλον.
Verse: 19 
ϕιλαμαρτήμων χαίρει μάχαις,
Verse: 20 
δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαϑοῖς.
ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
Verse: 21 
καρδία δὲ ἄϕρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
οὐκ εὐϕραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
υἱὸς δὲ ϕρόνιμος εὐϕραίνει μητέρα αὐτοῦ.
Verse: 22 
καρδία εὐϕραινομένη εὐεκτεῖν ποιεῖ,
ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
Verse: 23 
λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
Verse: 24 
πρόσωπον συνετὸν ἀνδρὸς σοϕοῦ,
οἱ δὲ ὀϕϑαλμοὶ τοῦ ἄϕρονος ἐπ' ἄκρα γῆς.
Verse: 25 
ὀργὴ πατρὶ υἱὸς ἄϕρων
καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
Verse: 26 
ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
Verse: 27 
ὃς ϕείδεται ῥῆμα προέσϑαι σκληρόν, ἐπιγνώμων·
μακρόϑυμος δὲ ἀνὴρ ϕρόνιμος.
Verse: 28 
ἀνοήτῳ ἐπερωτήσαντι σοϕίαν σοϕία λογισϑήσεται,
ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει ϕρόνιμος εἶναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.