TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 752
Chapter: 17
Verse: 1
κρείσσων
ψωμὸς
μεϑ
'
ἡδονῆς
ἐν
εἰρήνῃ
ἢ
οἶκος
πλήρης
πολλῶν
ἀγαϑῶν
καὶ
ἀδίκων
ϑυμάτων
μετὰ
μάχης
.
Verse: 2
οἰκέτης
νοήμων
κρατήσει
δεσποτῶν
ἀϕρόνων
,
ἐν
δὲ
ἀδελϕοῖς
διελεῖται
μέρη
.
Verse: 3
ὥσπερ
δοκιμάζεται
ἐν
καμίνῳ
ἄργυρος
καὶ
χρυσός
,
οὕτως
ἐκλεκταὶ
καρδίαι
παρὰ
κυρίῳ
.
Verse: 4
κακὸς
ὑπακούει
γλώσσης
παρανόμων
,
δίκαιος
δὲ
οὐ
προσέχει
χείλεσιν
ψευδέσιν
.
Verse: 5
ὁ
καταγελῶν
πτωχοῦ
παροξύνει
τὸν
ποιήσαντα
αὐτόν
,
ὁ
δὲ
ἐπιχαίρων
ἀπολλυμένῳ
οὐκ
ἀϑῳωϑήσεται
·
ὁ
δὲ
ἐπισπλαγχνιζόμενος
ἐλεηϑήσεται
.
Verse: 6
στέϕανος
γερόντων
τέκνα
τέκνων
,
καύχημα
δὲ
τέκνων
πατέρες
αὐτῶν
.
Verse: 6a
τοῦ
πιστοῦ
ὅλος
ὁ
κόσμος
τῶν
χρημάτων
,
τοῦ
δὲ
ἀπίστου
οὐδὲ
ὀβολός
.
Verse: 7
οὐχ
ἁρμόσει
ἄϕρονι
χείλη
πιστὰ
οὐδὲ
δικαίῳ
χείλη
ψευδῆ
.
Verse: 8
μισϑὸς
χαρίτων
ἡ
παιδεία
τοῖς
χρωμένοις
,
οὗ
δ
'
ἂν
ἐπιστρέψῃ
,
εὐοδωϑήσεται
.
Verse: 9
ὃς
κρύπτει
ἀδικήματα
,
ζητεῖ
ϕιλίαν
·
ὃς
δὲ
μισεῖ
κρύπτειν
,
διίστησιν
ϕίλους
καὶ
οἰκείους
.
Verse: 10
συντρίβει
ἀπειλὴ
καρδίαν
ϕρονίμου
,
ἄϕρων
δὲ
μαστιγωϑεὶς
οὐκ
αἰσϑάνεται
.
Verse: 11
ἀντιλογίας
ἐγείρει
πᾶς
κακός
,
ὁ
δὲ
κύριος
ἄγγελον
ἀνελεήμονα
ἐκπέμψει
αὐτῷ
.
Verse: 12
ἐμπεσεῖται
μέριμνα
ἀνδρὶ
νοήμονι
,
οἱ
δὲ
ἄϕρονες
διαλογιοῦνται
κακά
.
Verse: 13
ὃς
ἀποδίδωσιν
κακὰ
ἀντὶ
ἀγαϑῶν
,
οὐ
κινηϑήσεται
κακὰ
ἐκ
τοῦ
οἴκου
αὐτοῦ
.
Verse: 14
ἐξουσίαν
δίδωσιν
λόγοις
ἀρχὴ
δικαιοσύνης
,
προηγεῖται
δὲ
τῆς
ἐνδείας
στάσις
καὶ
μάχη
.
Verse: 15
ὃς
δίκαιον
κρίνει
τὸν
ἄδικον
,
ἄδικον
δὲ
τὸν
δίκαιον
,
ἀκάϑαρτος
καὶ
βδελυκτὸς
παρὰ
ϑεῷ
.
Verse: 16
ἵνα
τί
ὑπῆρξεν
χρήματα
ἄϕρονι
;
κτήσασϑαι
γὰρ
σοϕίαν
ἀκάρδιος
οὐ
δυνήσεται
.
Verse: 16a
ὃς
ὑψηλὸν
ποιεῖ
τὸν
ἑαυτοῦ
οἶκον
,
ζητεῖ
συντριβήν
·
ὁ
δὲ
σκολιάζων
τοῦ
μαϑεῖν
ἐμπεσεῖται
εἰς
κακά
.
Verse: 17
εἰς
πάντα
καιρὸν
ϕίλος
ὑπαρχέτω
σοι
,
ἀδελϕοὶ
δὲ
ἐν
ἀνάγκαις
χρήσιμοι
ἔστωσαν
·
τούτου
γὰρ
χάριν
γεννῶνται
.
Verse: 18
ἀνὴρ
ἄϕρων
ἐπικροτεῖ
καὶ
ἐπιχαίρει
ἑαυτῷ
ὡς
καὶ
ὁ
ἐγγυώμενος
ἐγγύῃ
τὸν
ἑαυτοῦ
ϕίλον
.
Verse: 19
ϕιλαμαρτήμων
χαίρει
μάχαις
,
Verse: 20
ὁ
δὲ
σκληροκάρδιος
οὐ
συναντᾷ
ἀγαϑοῖς
.
ἀνὴρ
εὐμετάβολος
γλώσσῃ
ἐμπεσεῖται
εἰς
κακά
,
Verse: 21
καρδία
δὲ
ἄϕρονος
ὀδύνη
τῷ
κεκτημένῳ
αὐτήν
.
οὐκ
εὐϕραίνεται
πατὴρ
ἐπὶ
υἱῷ
ἀπαιδεύτῳ
,
υἱὸς
δὲ
ϕρόνιμος
εὐϕραίνει
μητέρα
αὐτοῦ
.
Verse: 22
καρδία
εὐϕραινομένη
εὐεκτεῖν
ποιεῖ
,
ἀνδρὸς
δὲ
λυπηροῦ
ξηραίνεται
τὰ
ὀστᾶ
.
Verse: 23
λαμβάνοντος
δῶρα
ἐν
κόλπῳ
ἀδίκως
οὐ
κατευοδοῦνται
ὁδοί
,
ἀσεβὴς
δὲ
ἐκκλίνει
ὁδοὺς
δικαιοσύνης
.
Verse: 24
πρόσωπον
συνετὸν
ἀνδρὸς
σοϕοῦ
,
οἱ
δὲ
ὀϕϑαλμοὶ
τοῦ
ἄϕρονος
ἐπ
'
ἄκρα
γῆς
.
Verse: 25
ὀργὴ
πατρὶ
υἱὸς
ἄϕρων
καὶ
ὀδύνη
τῇ
τεκούσῃ
αὐτοῦ
.
Verse: 26
ζημιοῦν
ἄνδρα
δίκαιον
οὐ
καλόν
,
οὐδὲ
ὅσιον
ἐπιβουλεύειν
δυνάσταις
δικαίοις
.
Verse: 27
ὃς
ϕείδεται
ῥῆμα
προέσϑαι
σκληρόν
,
ἐπιγνώμων
·
μακρόϑυμος
δὲ
ἀνὴρ
ϕρόνιμος
.
Verse: 28
ἀνοήτῳ
ἐπερωτήσαντι
σοϕίαν
σοϕία
λογισϑήσεται
,
ἐνεὸν
δέ
τις
ἑαυτὸν
ποιήσας
δόξει
ϕρόνιμος
εἶναι
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.