TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 753
Previous part

Chapter: 18 
Verse: 1  προϕάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσϑαι ἀπὸ ϕίλων,
ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
Verse: 2 
οὐ χρείαν ἔχει σοϕίας ἐνδεὴς ϕρενῶν·
μᾶλλον γὰρ ἄγεται ἀϕροσύνῃ.
Verse: 3 
ὅταν ἔλϑῃ ἀσεβὴς εἰς βάϑος κακῶν, καταϕρονεῖ,
ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
Verse: 4 
ὕδωρ βαϑὺ λόγος ἐν καρδίᾳ ἀνδρός,
ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
Verse: 5 
ϑαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,
οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
Verse: 6 
χείλη ἄϕρονος ἄγουσιν αὐτὸν εἰς κακά,
τὸ δὲ στόμα αὐτοῦ τὸ ϑρασὺ ϑάνατον ἐπικαλεῖται.
Verse: 7 
στόμα ἄϕρονος συντριβὴ αὐτῷ,
τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
Verse: 8 
ὀκνηροὺς καταβάλλει ϕόβος,
ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
Verse: 9 
μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
ἀδελϕός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
Verse: 10 
ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου,
αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
Verse: 11 
ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
Verse: 12 
πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
καὶ πρὸ δόξης ταπεινοῦται.
Verse: 13 
ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
ἀϕροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
Verse: 14 
ϑυμὸν ἀνδρὸς πραύνει ϑεράπων ϕρόνιμος·
ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
Verse: 15 
καρδία ϕρονίμου κτᾶται αἴσϑησιν,
ὦτα δὲ σοϕῶν ζητεῖ ἔννοιαν.
Verse: 16 
δόμα ἀνϑρώπου ἐμπλατύνει αὐτὸν
καὶ παρὰ δυνάσταις καϑιζάνει αὐτόν.
Verse: 17 
δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
ὡς δ' ἂν ἐπιβάλῃ ἀντίδικος, ἐλέγχεται.
Verse: 18 
ἀντιλογίας παύει κλῆρος,
ἐν δὲ δυνάσταις ὁρίζει.
Verse: 19 
ἀδελϕὸς ὑπὸ ἀδελϕοῦ βοηϑούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
ἰσχύει δὲ ὥσπερ τεϑεμελιωμένον βασίλειον.
Verse: 20 
ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησϑήσεται.
Verse: 21 
ϑάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
Verse: 22 
ὃς εὗρεν γυναῖκα ἀγαϑήν, εὗρεν χάριτας,
ἔλαβεν δὲ παρὰ ϑεοῦ ἱλαρότητα.
Verse: 22a 
ὃς ἐκβάλλει γυναῖκα ἀγαϑήν, ἐκβάλλει τὰ ἀγαϑά·
δὲ κατέχων μοιχαλίδα ἄϕρων καὶ ἀσεβής.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.