TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 754
Previous part

Chapter: 19 
Verse: 3  ἀϕροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
τὸν δὲ ϑεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
Verse: 4 
πλοῦτος προστίϑησιν ϕίλους πολλούς,
δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος ϕίλου λείπεται.
Verse: 5 
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
δὲ ἐγκαλῶν ἀδίκως οὐ διαϕεύξεται.
Verse: 6 
πολλοὶ ϑεραπεύουσιν πρόσωπα βασιλέων,
πᾶς δὲ κακὸς γίνεται ὄνειδος ἀνδρί.
Verse: 7 
πᾶς, ὃς ἀδελϕὸν πτωχὸν μισεῖ,
καὶ ϕιλίας μακρὰν ἔσται.
ἔννοια ἀγαϑὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,
ἀνὴρ δὲ ϕρόνιμος εὑρήσει αὐτήν.
πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν·
ὃς δὲ ἐρεϑίζει λόγους, οὐ σωϑήσεται.
Verse: 8 
κτώμενος ϕρόνησιν ἀγαπᾷ ἑαυτόν·
ὃς δὲ ϕυλάσσει ϕρόνησιν, εὑρήσει ἀγαϑά.
Verse: 9 
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται·
ὃς δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς.
Verse: 10 
οὐ συμϕέρει ἄϕρονι τρυϕή,
καὶ ἐὰν οἰκέτης ἄρξηται μεϑ' ὕβρεως δυναστεύειν.
Verse: 11 
ἐλεήμων ἀνὴρ μακροϑυμεῖ,
τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
Verse: 12 
βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος·
ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
Verse: 13 
αἰσχύνη πατρὶ υἱὸς ἄϕρων,
καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισϑώματος ἑταίρας.
Verse: 14 
οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,
παρὰ δὲ ϑεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
Verse: 15 
δειλία κατέχει ἀνδρογύναιον,
ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
Verse: 16 
ὃς ϕυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
δὲ καταϕρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
Verse: 17 
δανίζει ϑεῷ ἐλεῶν πτωχόν,
κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
Verse: 18 
παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις·
εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
Verse: 19 
κακόϕρων ἀνὴρ πολλὰ ζημιωϑήσεται·
ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσϑήσει.
Verse: 20 
ἄκουε, υἱέ, παιδείαν πατρός σου,
ἵνα σοϕὸς γένῃ ἐπ' ἐσχάτων σου.
Verse: 21 
πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
Verse: 22 
καρπὸς ἀνδρὶ ἐλεημοσύνη,
κρείσσων δὲ πτωχὸς δίκαιος πλούσιος ψεύστης.
Verse: 23 
ϕόβος κυρίου εἰς ζωὴν ἀνδρί,
δὲ ἄϕοβος αὐλισϑήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται // γνῶσις.
Verse: 24 
ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως,
οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς.
Verse: 25 
λοιμοῦ μαστιγουμένου ἄϕρων πανουργότερος γίνεται·
ἐὰν δὲ ἐλέγχῃς ἄνδρα ϕρόνιμον, νοήσει αἴσϑησιν.
Verse: 26 
ἀτιμάζων πατέρα καὶ ἀπωϑούμενος μητέρα αὐτοῦ
καταισχυνϑήσεται καὶ ἐπονείδιστος ἔσται.
Verse: 27 
υἱὸς ἀπολειπόμενος ϕυλάξαι παιδείαν πατρὸς
μελετήσει ῥήσεις κακάς.
Verse: 28 
ἐγγυώμενος παῖδα ἄϕρονα καϑυβρίζει δικαίωμα,
στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις.
Verse: 29 
ἑτοιμάζονται ἀκολάστοις μάστιγες
καὶ τιμωρίαι ὤμοις ἀϕρόνων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.