TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 755
Previous part

Chapter: 20 
Verse: 1  ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέϑη,
πᾶς δὲ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοϕός.
Verse: 2 
οὐ διαϕέρει ἀπειλὴ βασιλέως ϑυμοῦ λέοντος,
δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
Verse: 3 
δόξα ἀνδρὶ ἀποστρέϕεσϑαι λοιδορίας,
πᾶς δὲ ἄϕρων τοιούτοις συμπλέκεται.
Verse: 4 
ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,
ὡσαύτως καὶ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
Verse: 5 
ὕδωρ βαϑὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
ἀνὴρ δὲ ϕρόνιμος ἐξαντλήσει αὐτήν.
Verse: 6 
μέγα ἄνϑρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
Verse: 7 
ὃς ἀναστρέϕεται ἄμωμος ἐν δικαιοσύνῃ,
μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
Verse: 8 
ὅταν βασιλεὺς δίκαιος καϑίσῃ ἐπὶ ϑρόνου,
οὐκ ἐναντιοῦται ἐν ὀϕϑαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
Verse: 9 
τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;
τίς παρρησιάσεται καϑαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
Verse: 9a 
κακολογοῦντος πατέρα μητέρα σβεσϑήσεται λαμπτήρ,
αἱ δὲ κόραι τῶν ὀϕϑαλμῶν αὐτοῦ ὄψονται σκότος.
Verse: 9b 
μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
ἐν τοῖς τελευταίοις οὐκ εὐλογηϑήσεται.
Verse: 9c 
μὴ εἴπῃς Τείσομαι τὸν ἐχϑρόν·
ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηϑήσῃ.
Verse: 10 
στάϑμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
ἀκάϑαρτα ἐνώπιον κυρίου καὶ ἀμϕότερα.
Verse: 11 
καὶ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισϑήσεται,
νεανίσκος μετὰ ὁσίου, καὶ εὐϑεῖα ὁδὸς αὐτοῦ.
Verse: 12 
οὖς ἀκούει καὶ ὀϕϑαλμὸς ὁρᾷ·
κυρίου ἔργα καὶ ἀμϕότερα.
Verse: 13 
μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρϑῇς·
διάνοιξον τοὺς ὀϕϑαλμούς σου καὶ ἐμπλήσϑητι ἄρτων.
Verse: 23 
βδέλυγμα κυρίῳ δισσὸν στάϑμιον,
καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
Verse: 24 
παρὰ κυρίου εὐϑύνεται τὰ διαβήματα ἀνδρί·
ϑνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
Verse: 25 
παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι·
μετὰ γὰρ τὸ εὔξασϑαι μετανοεῖν γίνεται.
Verse: 26 
λικμήτωρ ἀσεβῶν βασιλεὺς σοϕὸς
καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
Verse: 27 
ϕῶς κυρίου πνοὴ ἀνϑρώπων,
ὃς ἐρευνᾷ ταμίεια κοιλίας.
Verse: 28 
ἐλεημοσύνη καὶ ἀλήϑεια ϕυλακὴ βασιλεῖ
καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν ϑρόνον αὐτοῦ.
Verse: 29 
κόσμος νεανίαις σοϕία,
δόξα δὲ πρεσβυτέρων πολιαί.
Verse: 30 
ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς,
πληγαὶ δὲ εἰς ταμίεια κοιλίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.