TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 756
Previous part

Chapter: 21 
Verse: 1  ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ ϑεοῦ·
οὗ ἐὰν ϑέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν.
Verse: 2 
πᾶς ἀνὴρ ϕαίνεται ἑαυτῷ δίκαιος,
κατευϑύνει δὲ καρδίας κύριος.
Verse: 3 
ποιεῖν δίκαια καὶ ἀληϑεύειν
ἀρεστὰ παρὰ ϑεῷ μᾶλλον ϑυσιῶν αἷμα.
Verse: 4 
μεγαλόϕρων ἐϕ' ὕβρει ϑρασυκάρδιος,
λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
Verse: 6 
ἐνεργῶν ϑησαυρίσματα γλώσσῃ ψευδεῖ
μάταια διώκει ἐπὶ παγίδας ϑανάτου.
Verse: 7 
ὄλεϑρος ἀσεβέσιν ἐπιξενωϑήσεται·
οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
Verse: 8 
πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ϑεός·
ἁγνὰ γὰρ καὶ ὀρϑὰ τὰ ἔργα αὐτοῦ.
Verse: 9 
κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίϑρου
ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
Verse: 10 
ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηϑήσεται ὑπ' οὐδενὸς τῶν ἀνϑρώπων.
Verse: 11 
ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ἄκακος,
συνίων δὲ σοϕὸς δέξεται γνῶσιν.
Verse: 12 
συνίει δίκαιος καρδίας ἀσεβῶν
καὶ ϕαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
Verse: 13 
ὃς ϕράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσϑενοῦς,
καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται εἰσακούων.
Verse: 14 
δόσις λάϑριος ἀνατρέπει ὀργάς,
δώρων δὲ ϕειδόμενος ϑυμὸν ἐγείρει ἰσχυρόν.
Verse: 15 
εὐϕροσύνη δικαίων ποιεῖν κρίμα,
ὅσιος δὲ ἀκάϑαρτος παρὰ κακούργοις.
Verse: 16 
ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης
ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
Verse: 17 
ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐϕροσύνην
ϕιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
Verse: 18 
περικάϑαρμα δὲ δικαίου ἄνομος.
Verse: 19 
κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ
μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.
Verse: 20 
ϑησαυρὸς ἐπιϑυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοϕοῦ,
ἄϕρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
Verse: 21 
ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
Verse: 22 
πόλεις ὀχυρὰς ἐπέβη σοϕὸς
καὶ καϑεῖλεν τὸ ὀχύρωμα, ἐϕ' ἐπεποίϑεισαν οἱ ἀσεβεῖς.
Verse: 23 
ὃς ϕυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν,
διατηρεῖ ἐκ ϑλίψεως τὴν ψυχὴν αὐτοῦ.
Verse: 24 
ϑρασὺς καὶ αὐϑάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται·
ὃς δὲ μνησικακεῖ, παράνομος.
Verse: 25 
ἐπιϑυμίαι ὀκνηρὸν ἀποκτείνουσιν·
οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
Verse: 26 
ἀσεβὴς ἐπιϑυμεῖ ὅλην τὴν ἡμέραν ἐπιϑυμίας κακάς,
δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀϕειδῶς.
Verse: 27 
ϑυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ·
καὶ γὰρ παρανόμως προσϕέρουσιν αὐτάς.
Verse: 28 
μάρτυς ψευδὴς ἀπολεῖται,
ἀνὴρ δὲ ὑπήκοος ϕυλασσόμενος λαλήσει.
Verse: 29 
ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑϕίσταται προσώπῳ,
δὲ εὐϑὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
Verse: 30 
οὐκ ἔστιν σοϕία, οὐκ ἔστιν ἀνδρεία,
οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.
Verse: 31 
ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου,
παρὰ δὲ κυρίου βοήϑεια.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.