TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 757
Chapter: 22
Verse: 1
αἱρετώτερον
ὄνομα
καλὸν
ἢ
πλοῦτος
πολύς
,
ὑπὲρ
δὲ
ἀργύριον
καὶ
χρυσίον
χάρις
ἀγαϑή
.
Verse: 2
πλούσιος
καὶ
πτωχὸς
συνήντησαν
ἀλλήλοις
,
ἀμϕοτέρους
δὲ
ὁ
κύριος
ἐποίησεν
.
Verse: 3
πανοῦργος
ἰδὼν
πονηρὸν
τιμωρούμενον
κραταιῶς
αὐτὸς
παιδεύεται
,
οἱ
δὲ
ἄϕρονες
παρελϑόντες
ἐζημιώϑησαν
.
Verse: 4
γενεὰ
σοϕίας
ϕόβος
κυρίου
καὶ
πλοῦτος
καὶ
δόξα
καὶ
ζωή
.
Verse: 5
τρίβολοι
καὶ
παγίδες
ἐν
ὁδοῖς
σκολιαῖς
,
ὁ
δὲ
ϕυλάσσων
τὴν
ἑαυτοῦ
ψυχὴν
ἀϕέξεται
αὐτῶν
.
Verse: 7
πλούσιοι
πτωχῶν
ἄρξουσιν
,
καὶ
οἰκέται
ἰδίοις
δεσπόταις
δανιοῦσιν
.
Verse: 8
ὁ
σπείρων
ϕαῦλα
ϑερίσει
κακά
,
πληγὴν
δὲ
ἔργων
αὐτοῦ
συντελέσει
.
Verse: 8a
ἄνδρα
ἱλαρὸν
καὶ
δότην
εὐλογεῖ
ὁ
ϑεός
,
ματαιότητα
δὲ
ἔργων
αὐτοῦ
συντελέσει
.
Verse: 9
ὁ
ἐλεῶν
πτωχὸν
αὐτὸς
διατραϕήσεται
·
τῶν
γὰρ
ἑαυτοῦ
ἄρτων
ἔδωκεν
τῷ
πτωχῷ
.
Verse: 9a
νίκην
καὶ
τιμὴν
περιποιεῖται
ὁ
δῶρα
δούς
,
τὴν
μέντοι
ψυχὴν
ἀϕαιρεῖται
τῶν
κεκτημένων
.
Verse: 10
ἔκβαλε
ἐκ
συνεδρίου
λοιμόν
,
καὶ
συνεξελεύσεται
αὐτῷ
νεῖκος
·
ὅταν
γὰρ
καϑίσῃ
ἐν
συνεδρίῳ
,
πάντας
ἀτιμάζει
.
Verse: 11
ἀγαπᾷ
κύριος
ὁσίας
καρδίας
,
δεκτοὶ
δὲ
αὐτῷ
πάντες
ἄμωμοι
·
χείλεσιν
ποιμαίνει
βασιλεύς
.
Verse: 12
οἱ
δὲ
ὀϕϑαλμοὶ
κυρίου
διατηροῦσιν
αἴσϑησιν
,
ϕαυλίζει
δὲ
λόγους
παράνομος
.
Verse: 13
προϕασίζεται
καὶ
λέγει
ὀκνηρός
Λέων
ἐν
ταῖς
ὁδοῖς
,
ἐν
δὲ
ταῖς
πλατείαις
ϕονευταί
.
Verse: 14
βόϑρος
βαϑὺς
στόμα
παρανόμου
,
ὁ
δὲ
μισηϑεὶς
ὑπὸ
κυρίου
ἐμπεσεῖται
εἰς
αὐτόν
.
Verse: 14a
εἰσὶν
ὁδοὶ
κακαὶ
ἐνώπιον
ἀνδρός
,
καὶ
οὐκ
ἀγαπᾷ
τοῦ
ἀποστρέψαι
ἀπ
'
αὐτῶν
·
ἀποστρέϕειν
δὲ
δεῖ
ἀπὸ
ὁδοῦ
σκολιᾶς
καὶ
κακῆς
.
Verse: 15
ἄνοια
ἐξῆπται
καρδίας
νέου
,
ῥάβδος
δὲ
καὶ
παιδεία
μακρὰν
ἀπ
'
αὐτοῦ
.
Verse: 16
ὁ
συκοϕαντῶν
πένητα
πολλὰ
ποιεῖ
τὰ
ἑαυτοῦ
·
δίδωσιν
δὲ
πλουσίῳ
ἐπ
'
ἐλάσσονι
.
Verse: 17
Λόγοις
σοϕῶν
παράβαλλε
σὸν
οὖς
καὶ
ἄκουε
ἐμὸν
λόγον
,
τὴν
δὲ
σὴν
καρδίαν
ἐπίστησον
,
ἵνα
γνῷς
ὅτι
καλοί
εἰσιν
·
Verse: 18
καὶ
ἐὰν
ἐμβάλῃς
αὐτοὺς
εἰς
τὴν
καρδίαν
σου
,
εὐϕρανοῦσίν
σε
ἅμα
ἐπὶ
σοῖς
χείλεσιν
,
Verse: 19
ἵνα
σου
γένηται
ἐπὶ
κύριον
ἡ
ἐλπὶς
καὶ
γνωρίσῃ
σοι
τὴν
ὁδὸν
αὐτοῦ
.
Verse: 20
καὶ
σὺ
δὲ
ἀπόγραψαι
αὐτὰ
σεαυτῷ
τρισσῶς
εἰς
βουλὴν
καὶ
γνῶσιν
ἐπὶ
τὸ
πλάτος
τῆς
καρδίας
σου
.
Verse: 21
διδάσκω
οὖν
σε
ἀληϑῆ
λόγον
καὶ
γνῶσιν
ἀγαϑὴν
ὑπακούειν
τοῦ
ἀποκρίνεσϑαι
λόγους
ἀληϑείας
τοῖς
προβαλλομένοις
σοι
.
Verse: 22
Μὴ
ἀποβιάζου
πένητα
,
πτωχὸς
γάρ
ἐστιν
,
καὶ
μὴ
ἀτιμάσῃς
ἀσϑενῆ
ἐν
πύλαις
·
Verse: 23
ὁ
γὰρ
κύριος
κρινεῖ
αὐτοῦ
τὴν
κρίσιν
,
καὶ
ῥύσῃ
σὴν
ἄσυλον
ψυχήν
.
Verse: 24
μὴ
ἴσϑι
ἑταῖρος
ἀνδρὶ
ϑυμώδει
,
ϕίλῳ
δὲ
ὀργίλῳ
μὴ
συναυλίζου
,
Verse: 25
μήποτε
μάϑῃς
τῶν
ὁδῶν
αὐτοῦ
καὶ
λάβῃς
βρόχους
τῇ
σῇ
ψυχῇ
.
Verse: 26
μὴ
δίδου
σεαυτὸν
εἰς
ἐγγύην
αἰσχυνόμενος
πρόσωπον
·
Verse: 27
ἐὰν
γὰρ
μὴ
ἔχῃς
πόϑεν
ἀποτείσῃς
,
λήμψονται
τὸ
στρῶμα
τὸ
ὑπὸ
τὰς
πλευράς
σου
.
Verse: 28
μὴ
μέταιρε
ὅρια
αἰώνια
,
ἃ
ἔϑεντο
οἱ
πατέρες
σου
.
Verse: 29
ὁρατικὸν
ἄνδρα
καὶ
ὀξὺν
ἐν
τοῖς
ἔργοις
αὐτοῦ
βασιλεῦσι
δεῖ
παρεστάναι
καὶ
μὴ
παρεστάναι
ἀνδράσι
νωϑροῖς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.