TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 758
Previous part

Chapter: 23 
Verse: 1  ἐὰν καϑίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,
νοητῶς νόει τὰ παρατιϑέμενά σοι
Verse: 2 
καὶ ἐπίβαλλε τὴν χεῖρά σου
εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι·
Verse: 3 
εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιϑύμει τῶν ἐδεσμάτων αὐτοῦ,
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
Verse: 4 
μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,
τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου·
Verse: 5 
ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ ϕανεῖται,
κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,
καὶ ὑποστρέϕει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
Verse: 6 
μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ
μηδὲ ἐπιϑύμει τῶν βρωμάτων αὐτοῦ·
Verse: 7 
ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
οὕτως ἐσϑίει καὶ πίνει.
Verse: 8 
μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ ϕάγῃς τὸν ψωμόν σου // μετ' αὐτοῦ·
ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.
Verse: 9 
εἰς ὦτα ἄϕρονος μηδὲν λέγε,
μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
Verse: 10 
μὴ μεταϑῇς ὅρια αἰώνια,
εἰς δὲ κτῆμα ὀρϕανῶν μὴ εἰσέλϑῃς·
Verse: 11 
γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν
καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
Verse: 12 
δὸς εἰς παιδείαν τὴν καρδίαν σου,
τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσϑήσεως.
Verse: 13 
μὴ ἀπόσχῃ νήπιον παιδεύειν,
ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποϑάνῃ·
Verse: 14 
σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,
τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ ϑανάτου ῥύσῃ.
Verse: 15 
υἱέ, ἐὰν σοϕὴ γένηταί σου καρδία,
εὐϕρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
Verse: 16 
καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη
πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρϑὰ ὦσιν.
Verse: 17 
μὴ ζηλούτω καρδία σου ἁμαρτωλούς,
ἀλλὰ ἐν ϕόβῳ κυρίου ἴσϑι ὅλην τὴν ἡμέραν·
Verse: 18 
ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
Verse: 19 
ἄκουε, υἱέ, καὶ σοϕὸς γίνου
καὶ κατεύϑυνε ἐννοίας σῆς καρδίας·
Verse: 20 
μὴ ἴσϑι οἰνοπότης
μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς·
Verse: 21 
πᾶς γὰρ μέϑυσος καὶ πορνοκόπος πτωχεύσει,
καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
Verse: 22 
ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε
καὶ μὴ καταϕρόνει ὅτι γεγήρακέν σου μήτηρ.
Verse: 24 
καλῶς ἐκτρέϕει πατὴρ δίκαιος,
ἐπὶ δὲ υἱῷ σοϕῷ εὐϕραίνεται ψυχὴ αὐτοῦ·
Verse: 25 
εὐϕραινέσϑω πατὴρ καὶ μήτηρ ἐπὶ σοί,
καὶ χαιρέτω τεκοῦσά σε.
Verse: 26 
δός μοι, υἱέ, σὴν καρδίαν,
οἱ δὲ σοὶ ὀϕϑαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν·
Verse: 27 
πίϑος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος,
καὶ ϕρέαρ στενὸν ἀλλότριον·
Verse: 28 
οὗτος γὰρ συντόμως ἀπολεῖται,
καὶ πᾶς παράνομος ἀναλωϑήσεται.
Verse: 29 
τίνι οὐαί; τίνι ϑόρυβος; τίνι κρίσις;
τίνι ἀηδίαι καὶ λέσχαι;
τίνι συντρίμματα διὰ κενῆς;
τίνος πέλειοι οἱ ὀϕϑαλμοί;
Verse: 30 
οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις;
οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
Verse: 31 
μὴ μεϑύσκεσϑε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνϑρώποις δικαίοις
καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
ἐὰν γὰρ εἰς τὰς ϕιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀϕϑαλμούς σου,
ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου,
Verse: 32 
τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄϕεως πεπληγὼς ἐκτείνεται
καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ἰός.
Verse: 33 
οἱ ὀϕϑαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
τὸ στόμα σου τότε λαλήσει σκολιά,
Verse: 34 
καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ ϑαλάσσης
καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι·
Verse: 35 
ἐρεῖς δέ Τύπτουσίν με, καὶ οὐκ ἐπόνεσα,
καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
πότε ὄρϑρος ἔσται, ἵνα ἐλϑὼν ζητήσω μεϑ' ὧν συνελεύσομαι;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.