TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 758
Chapter: 23
Verse: 1
ἐὰν
καϑίσῃς
δειπνεῖν
ἐπὶ
τραπέζης
δυναστῶν
,
νοητῶς
νόει
τὰ
παρατιϑέμενά
σοι
Verse: 2
καὶ
ἐπίβαλλε
τὴν
χεῖρά
σου
εἰδὼς
ὅτι
τοιαῦτά
σε
δεῖ
παρασκευάσαι
·
Verse: 3
εἰ
δὲ
ἀπληστότερος
εἶ
,
μὴ
ἐπιϑύμει
τῶν
ἐδεσμάτων
αὐτοῦ
,
ταῦτα
γὰρ
ἔχεται
ζωῆς
ψευδοῦς
.
Verse: 4
μὴ
παρεκτείνου
πένης
ὢν
πλουσίῳ
,
τῇ
δὲ
σῇ
ἐννοίᾳ
ἀπόσχου
·
Verse: 5
ἐὰν
ἐπιστήσῃς
τὸ
σὸν
ὄμμα
πρὸς
αὐτόν
,
οὐδαμοῦ
ϕανεῖται
,
κατεσκεύασται
γὰρ
αὐτῷ
πτέρυγες
ὥσπερ
ἀετοῦ
,
καὶ
ὑποστρέϕει
εἰς
τὸν
οἶκον
τοῦ
προεστηκότος
αὐτοῦ
.
Verse: 6
μὴ
συνδείπνει
ἀνδρὶ
βασκάνῳ
μηδὲ
ἐπιϑύμει
τῶν
βρωμάτων
αὐτοῦ
·
Verse: 7
ὃν
τρόπον
γὰρ
εἴ
τις
καταπίοι
τρίχα
,
οὕτως
ἐσϑίει
καὶ
πίνει
.
Verse: 8
μηδὲ
πρὸς
σὲ
εἰσαγάγῃς
αὐτὸν
καὶ
ϕάγῃς
τὸν
ψωμόν
σου
//
μετ
'
αὐτοῦ
·
ἐξεμέσει
γὰρ
αὐτὸν
καὶ
λυμανεῖται
τοὺς
λόγους
σου
τοὺς
καλούς
.
Verse: 9
εἰς
ὦτα
ἄϕρονος
μηδὲν
λέγε
,
μήποτε
μυκτηρίσῃ
τοὺς
συνετοὺς
λόγους
σου
.
Verse: 10
μὴ
μεταϑῇς
ὅρια
αἰώνια
,
εἰς
δὲ
κτῆμα
ὀρϕανῶν
μὴ
εἰσέλϑῃς
·
Verse: 11
ὁ
γὰρ
λυτρούμενος
αὐτοὺς
κύριος
κραταιός
ἐστιν
καὶ
κρινεῖ
τὴν
κρίσιν
αὐτῶν
μετὰ
σοῦ
.
Verse: 12
δὸς
εἰς
παιδείαν
τὴν
καρδίαν
σου
,
τὰ
δὲ
ὦτά
σου
ἑτοίμασον
λόγοις
αἰσϑήσεως
.
Verse: 13
μὴ
ἀπόσχῃ
νήπιον
παιδεύειν
,
ὅτι
ἐὰν
πατάξῃς
αὐτὸν
ῥάβδῳ
,
οὐ
μὴ
ἀποϑάνῃ
·
Verse: 14
σὺ
μὲν
γὰρ
πατάξεις
αὐτὸν
ῥάβδῳ
,
τὴν
δὲ
ψυχὴν
αὐτοῦ
ἐκ
ϑανάτου
ῥύσῃ
.
Verse: 15
υἱέ
,
ἐὰν
σοϕὴ
γένηταί
σου
ἡ
καρδία
,
εὐϕρανεῖς
καὶ
τὴν
ἐμὴν
καρδίαν
,
Verse: 16
καὶ
ἐνδιατρίψει
λόγοις
τὰ
σὰ
χείλη
πρὸς
τὰ
ἐμὰ
χείλη
,
ἐὰν
ὀρϑὰ
ὦσιν
.
Verse: 17
μὴ
ζηλούτω
ἡ
καρδία
σου
ἁμαρτωλούς
,
ἀλλὰ
ἐν
ϕόβῳ
κυρίου
ἴσϑι
ὅλην
τὴν
ἡμέραν
·
Verse: 18
ἐὰν
γὰρ
τηρήσῃς
αὐτά
,
ἔσται
σοι
ἔκγονα
,
ἡ
δὲ
ἐλπίς
σου
οὐκ
ἀποστήσεται
.
Verse: 19
ἄκουε
,
υἱέ
,
καὶ
σοϕὸς
γίνου
καὶ
κατεύϑυνε
ἐννοίας
σῆς
καρδίας
·
Verse: 20
μὴ
ἴσϑι
οἰνοπότης
μηδὲ
ἐκτείνου
συμβολαῖς
κρεῶν
τε
ἀγορασμοῖς
·
Verse: 21
πᾶς
γὰρ
μέϑυσος
καὶ
πορνοκόπος
πτωχεύσει
,
καὶ
ἐνδύσεται
διερρηγμένα
καὶ
ῥακώδη
πᾶς
ὑπνώδης
.
Verse: 22
ἄκουε
,
υἱέ
,
πατρὸς
τοῦ
γεννήσαντός
σε
καὶ
μὴ
καταϕρόνει
ὅτι
γεγήρακέν
σου
ἡ
μήτηρ
.
Verse: 24
καλῶς
ἐκτρέϕει
πατὴρ
δίκαιος
,
ἐπὶ
δὲ
υἱῷ
σοϕῷ
εὐϕραίνεται
ἡ
ψυχὴ
αὐτοῦ
·
Verse: 25
εὐϕραινέσϑω
ὁ
πατὴρ
καὶ
ἡ
μήτηρ
ἐπὶ
σοί
,
καὶ
χαιρέτω
ἡ
τεκοῦσά
σε
.
Verse: 26
δός
μοι
,
υἱέ
,
σὴν
καρδίαν
,
οἱ
δὲ
σοὶ
ὀϕϑαλμοὶ
ἐμὰς
ὁδοὺς
τηρείτωσαν
·
Verse: 27
πίϑος
γὰρ
τετρημένος
ἐστὶν
ἀλλότριος
οἶκος
,
καὶ
ϕρέαρ
στενὸν
ἀλλότριον
·
Verse: 28
οὗτος
γὰρ
συντόμως
ἀπολεῖται
,
καὶ
πᾶς
παράνομος
ἀναλωϑήσεται
.
Verse: 29
τίνι
οὐαί
;
τίνι
ϑόρυβος
;
τίνι
κρίσις
;
τίνι
ἀηδίαι
καὶ
λέσχαι
;
τίνι
συντρίμματα
διὰ
κενῆς
;
τίνος
πέλειοι
οἱ
ὀϕϑαλμοί
;
Verse: 30
οὐ
τῶν
ἐγχρονιζόντων
ἐν
οἴνοις
;
οὐ
τῶν
ἰχνευόντων
ποῦ
πότοι
γίνονται
;
Verse: 31
μὴ
μεϑύσκεσϑε
οἴνῳ
,
ἀλλὰ
ὁμιλεῖτε
ἀνϑρώποις
δικαίοις
καὶ
ὁμιλεῖτε
ἐν
περιπάτοις
·
ἐὰν
γὰρ
εἰς
τὰς
ϕιάλας
καὶ
τὰ
ποτήρια
δῷς
τοὺς
ὀϕϑαλμούς
σου
,
ὕστερον
περιπατήσεις
γυμνότερος
ὑπέρου
,
Verse: 32
τὸ
δὲ
ἔσχατον
ὥσπερ
ὑπὸ
ὄϕεως
πεπληγὼς
ἐκτείνεται
καὶ
ὥσπερ
ὑπὸ
κεράστου
διαχεῖται
αὐτῷ
ὁ
ἰός
.
Verse: 33
οἱ
ὀϕϑαλμοί
σου
ὅταν
ἴδωσιν
ἀλλοτρίαν
,
τὸ
στόμα
σου
τότε
λαλήσει
σκολιά
,
Verse: 34
καὶ
κατακείσῃ
ὥσπερ
ἐν
καρδίᾳ
ϑαλάσσης
καὶ
ὥσπερ
κυβερνήτης
ἐν
πολλῷ
κλύδωνι
·
Verse: 35
ἐρεῖς
δέ
Τύπτουσίν
με
,
καὶ
οὐκ
ἐπόνεσα
,
καὶ
ἐνέπαιξάν
μοι
,
ἐγὼ
δὲ
οὐκ
ᾔδειν
·
πότε
ὄρϑρος
ἔσται
,
ἵνα
ἐλϑὼν
ζητήσω
μεϑ
'
ὧν
συνελεύσομαι
;
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.