TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 759
Previous part

Chapter: 24 
Verse: 1  υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας
μηδὲ ἐπιϑυμήσῃς εἶναι μετ' αὐτῶν·
Verse: 2 
ψεύδη γὰρ μελετᾷ καρδία αὐτῶν,
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
Verse: 3 
μετὰ σοϕίας οἰκοδομεῖται οἶκος
καὶ μετὰ συνέσεως ἀνορϑοῦται·
Verse: 4 
μετὰ αἰσϑήσεως ἐμπίμπλαται ταμίεια
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
Verse: 5 
κρείσσων σοϕὸς ἰσχυροῦ
καὶ ἀνὴρ ϕρόνησιν ἔχων γεωργίου μεγάλου·
Verse: 6 
μετὰ κυβερνήσεως γίνεται πόλεμος,
βοήϑεια δὲ μετὰ καρδίας βουλευτικῆς.
Verse: 7 
σοϕία καὶ ἔννοια ἀγαϑὴ ἐν πύλαις σοϕῶν·
σοϕοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου,
Verse: 8 
ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
ἀπαιδεύτοις συναντᾷ ϑάνατος,
Verse: 9 
ἀποϑνῄσκει δὲ ἄϕρων ἐν ἁμαρτίαις·
ἀκαϑαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνϑήσεται
Verse: 10 
ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ ϑλίψεως, ἕως ἂν ἐκλίπῃ.
Verse: 11 
ῥῦσαι ἀγομένους εἰς ϑάνατον
καὶ ἐκπρίου κτεινομένους, μὴ ϕείσῃ·
Verse: 12 
ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει,
καὶ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Verse: 13 
ϕάγε μέλι, υἱέ, ἀγαϑὸν γὰρ κηρίον,
ἵνα γλυκανϑῇ σου ϕάρυγξ·
Verse: 14 
οὕτως αἰσϑήσῃ σοϕίαν τῇ σῇ ψυχῇ·
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ τελευτή σου,
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
Verse: 15 
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων
μηδὲ ἀπατηϑῇς χορτασίᾳ κοιλίας·
Verse: 16 
ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,
οἱ δὲ ἀσεβεῖς ἀσϑενήσουσιν ἐν κακοῖς.
Verse: 17 
ἐὰν πέσῃ ἐχϑρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
Verse: 18 
ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ,
καὶ ἀποστρέψει τὸν ϑυμὸν αὐτοῦ ἀπ' αὐτοῦ.
Verse: 19 
μὴ χαῖρε ἐπὶ κακοποιοῖς
μηδὲ ζήλου ἁμαρτωλούς·
Verse: 20 
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν,
λαμπτὴρ δὲ ἀσεβῶν σβεσϑήσεται.
Verse: 21 
ϕοβοῦ τὸν ϑεόν, υἱέ, καὶ βασιλέα
καὶ μηϑετέρῳ αὐτῶν ἀπειϑήσῃς·
Verse: 22 
ἐξαίϕνης γὰρ τείσονται τοὺς ἀσεβεῖς,
τὰς δὲ τιμωρίας ἀμϕοτέρων τίς γνώσεται;
Verse: 22a 
λόγον ϕυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
δεχόμενος δὲ ἐδέξατο αὐτόν.
Verse: 22b 
μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσϑω,
καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλϑῃ.
Verse: 22c 
μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη,
ὃς δ' ἂν παραδοϑῇ, συντριβήσεται·
Verse: 22d 
ἐὰν γὰρ ὀξυνϑῇ ϑυμὸς αὐτοῦ,
σὺν νεύροις ἀνϑρώπους ἀναλίσκει
Verse: 22e 
καὶ ὀστᾶ ἀνϑρώπων κατατρώγει
καὶ συγκαίει ὥσπερ ϕλὸξ
ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.