TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 764
Previous part

Chapter: 25 
Verse: 1  Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι,
ἃς ἐξεγράψαντο οἱ ϕίλοι Εζεκιου τοῦ
βασιλέως τῆς Ιουδαίας.
Verse: 2 
Δόξα ϑεοῦ κρύπτει λόγον,
δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
Verse: 3 
οὐρανὸς ὑψηλός, γῆ δὲ βαϑεῖα,
καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
Verse: 4 
τύπτε ἀδόκιμον ἀργύριον,
καὶ καϑαρισϑήσεται καϑαρὸν ἅπαν·
Verse: 5 
κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,
καὶ κατορϑώσει ἐν δικαιοσύνῃ ϑρόνος αὐτοῦ.
Verse: 6 
μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως
μηδὲ ἐν τόποις δυναστῶν ὑϕίστασο·
Verse: 7 
κρεῖσσον γάρ σοι τὸ ῥηϑῆναι ᾽Ανάβαινε πρός με,
ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου.
εἶδον οἱ ὀϕϑαλμοί σου, λέγε.
Verse: 8 
μὴ πρόσπιπτε εἰς μάχην ταχέως,
ἵνα μὴ μεταμεληϑῇς ἐπ' ἐσχάτων.
ἡνίκα ἄν σε ὀνειδίσῃ σὸς ϕίλος,
Verse: 9 
ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταϕρόνει,
Verse: 10 
μή σε ὀνειδίσῃ μὲν ϕίλος,
δὲ μάχη σου καὶ ἔχϑρα οὐκ ἀπέσται,
ἀλλ' ἔσται σοι ἴση ϑανάτῳ.
Verse: 10a 
χάρις καὶ ϕιλία ἐλευϑεροῖ,
ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ,
ἀλλὰ ϕύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
Verse: 11 
μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου,
οὕτως εἰπεῖν λόγον.
Verse: 12 
εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται,
λόγος σοϕὸς εἰς εὐήκοον οὖς.
Verse: 13 
ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠϕελεῖ,
οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·
ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠϕελεῖ.
Verse: 14 
ὥσπερ ἄνεμοι καὶ νέϕη καὶ ὑετοὶ ἐπιϕανέστατοι,
οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ.
Verse: 15 
ἐν μακροϑυμίᾳ εὐοδία βασιλεῦσιν,
γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
Verse: 16 
μέλι εὑρὼν ϕάγε τὸ ἱκανόν,
μήποτε πλησϑεὶς ἐξεμέσῃς.
Verse: 17 
σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ ϕίλον,
μήποτε πλησϑείς σου μισήσῃ σε.
Verse: 18 
ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν,
οὕτως καὶ ἀνὴρ καταμαρτυρῶν τοῦ ϕίλου αὐτοῦ // μαρτυρίαν ψευδῆ.
Verse: 19 
ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
Verse: 20 
ὥσπερ ὄξος ἕλκει ἀσύμϕορον,
οὕτως προσπεσὸν πάϑος ἐν σώματι καρδίαν λυπεῖ.
Verse: 20a 
ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ,
οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
Verse: 21 
ἐὰν πεινᾷ ἐχϑρός σου, τρέϕε αὐτόν,
ἐὰν διψᾷ, πότιζε αὐτόν·
Verse: 22 
τοῦτο γὰρ ποιῶν ἄνϑρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν // κεϕαλὴν αὐτοῦ,
δὲ κύριος ἀνταποδώσει σοι ἀγαϑά.
Verse: 23 
ἄνεμος βορέας ἐξεγείρει νέϕη,
πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεϑίζει.
Verse: 24 
κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος
μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
Verse: 25 
ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές,
οὕτως ἀγγελία ἀγαϑὴ ἐκ γῆς μακρόϑεν.
Verse: 26 
ὥσπερ εἴ τις πηγὴν ϕράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο,
οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.
Verse: 27 
ἐσϑίειν μέλι πολὺ οὐ καλόν,
τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους.
Verse: 28 
ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος,
οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.