TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 766
Previous part

Chapter: 27 
Verse: 1  μὴ καυχῶ τὰ εἰς αὔριον·
οὐ γὰρ γινώσκεις τί τέξεται ἐπιοῦσα.
Verse: 2 
ἐγκωμιαζέτω σε πέλας καὶ μὴ τὸ σὸν στόμα,
ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
Verse: 3 
βαρὺ λίϑος καὶ δυσβάστακτον ἄμμος,
ὀργὴ δὲ ἄϕρονος βαρυτέρα ἀμϕοτέρων.
Verse: 4 
ἀνελεήμων ϑυμὸς καὶ ὀξεῖα ὀργή,
ἀλλ' οὐδένα ὑϕίσταται ζῆλος.
Verse: 5 
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης ϕιλίας.
Verse: 6 
ἀξιοπιστότερά ἐστιν τραύματα ϕίλου
ἑκούσια ϕιλήματα ἐχϑροῦ.
Verse: 7 
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα ϕαίνεται.
Verse: 8 
ὥσπερ ὅταν ὄρνεον καταπετασϑῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
οὕτως ἄνϑρωπος δουλοῦται, ὅταν ἀποξενωϑῇ ἐκ τῶν // ἰδίων τόπων.
Verse: 9 
μύροις καὶ οἴνοις καὶ ϑυμιάμασιν τέρπεται καρδία,
καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
Verse: 10 
ϕίλον σὸν ϕίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
εἰς δὲ τὸν οἶκον τοῦ ἀδελϕοῦ σου μὴ εἰσέλϑῃς ἀτυχῶν·
κρείσσων ϕίλος ἐγγὺς ἀδελϕὸς μακρὰν οἰκῶν.
Verse: 11 
σοϕὸς γίνου, υἱέ, ἵνα εὐϕραίνηταί μου καρδία,
καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
Verse: 12 
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
ἄϕρονες δὲ ἐπελϑόντες ζημίαν τείσουσιν.
Verse: 13 
ἀϕελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλϑεν γάρ·
ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
Verse: 14 
ὃς ἂν εὐλογῇ ϕίλον τὸ πρωὶ μεγάλῃ τῇ ϕωνῇ,
καταρωμένου οὐδὲν διαϕέρειν δόξει.
Verse: 15 
σταγόνες ἐκβάλλουσιν ἄνϑρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ // οἴκου αὐτοῦ,
ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
Verse: 16 
βορέας σκληρὸς ἄνεμος,
ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
Verse: 17 
σίδηρος σίδηρον ὀξύνει,
ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
Verse: 18 
ὃς ϕυτεύει συκῆν, ϕάγεται τοὺς καρποὺς αὐτῆς·
ὃς δὲ ϕυλάσσει τὸν ἑαυτοῦ κύριον, τιμηϑήσεται.
Verse: 19 
ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις,
οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνϑρώπων.
Verse: 20 
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται,
ὡσαύτως καὶ οἱ ὀϕϑαλμοὶ τῶν ἀνϑρώπων ἄπληστοι.
Verse: 20a 
βδέλυγμα κυρίῳ στηρίζων ὀϕϑαλμόν,
καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
Verse: 21 
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,
ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
Verse: 21a 
καρδία ἀνόμου ἐκζητεῖ κακά,
καρδία δὲ εὐϑὴς ἐκζητεῖ γνῶσιν.
Verse: 22 
ἐὰν μαστιγοῖς ἄϕρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
οὐ μὴ περιέλῃς τὴν ἀϕροσύνην αὐτοῦ.
Verse: 23 
γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου
καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
Verse: 24 
ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
Verse: 25 
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν
καὶ σύναγε χόρτον ὀρεινόν,
Verse: 26 
ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
Verse: 27 
υἱέ, παρ' ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
καὶ εἰς τὴν ζωὴν σῶν ϑεραπόντων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.