TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 762
Chapter: 30
Verse: 15
Τῇ
βδέλλῃ
τρεῖς
ϑυγατέρες
ἦσαν
ἀγαπήσει
ἀγαπώμεναι
,
καὶ
αἱ
τρεῖς
αὗται
οὐκ
ἐνεπίμπλασαν
αὐτήν
,
καὶ
ἡ
τετάρτη
οὐκ
ἠρκέσϑη
εἰπεῖν
῾Ικανόν
·
Verse: 16
ᾅδης
καὶ
ἔρως
γυναικὸς
καὶ
τάρταρος
καὶ
γῆ
οὐκ
ἐμπιπλαμένη
ὕδατος
καὶ
ὕδωρ
καὶ
πῦρ
οὐ
μὴ
εἴπωσιν
᾽Αρκεῖ
.
Verse: 17
ὀϕϑαλμὸν
καταγελῶντα
πατρὸς
καὶ
ἀτιμάζοντα
γῆρας
//
μητρός
,
ἐκκόψαισαν
αὐτὸν
κόρακες
ἐκ
τῶν
ϕαράγγων
,
καὶ
καταϕάγοισαν
αὐτὸν
νεοσσοὶ
ἀετῶν
.
Verse: 18
τρία
δέ
ἐστιν
ἀδύνατά
μοι
νοῆσαι
,
καὶ
τὸ
τέταρτον
οὐκ
ἐπιγινώσκω
·
Verse: 19
ἴχνη
ἀετοῦ
πετομένου
καὶ
ὁδοὺς
ὄϕεως
ἐπὶ
πέτρας
καὶ
τρίβους
νηὸς
ποντοπορούσης
καὶ
ὁδοὺς
ἀνδρὸς
ἐν
νεότητι
.
Verse: 20
τοιαύτη
ὁδὸς
γυναικὸς
μοιχαλίδος
,
ἥ
,
ὅταν
πράξῃ
,
ἀπονιψαμένη
οὐδέν
ϕησιν
πεπραχέναι
ἄτοπον
.
Verse: 21
διὰ
τριῶν
σείεται
ἡ
γῆ
,
τὸ
δὲ
τέταρτον
οὐ
δύναται
ϕέρειν
·
Verse: 22
ἐὰν
οἰκέτης
βασιλεύσῃ
,
καὶ
ἄϕρων
πλησϑῇ
σιτίων
,
Verse: 23
καὶ
οἰκέτις
ἐὰν
ἐκβάλῃ
τὴν
ἑαυτῆς
κυρίαν
,
καὶ
μισητὴ
γυνὴ
ἐὰν
τύχῃ
ἀνδρὸς
ἀγαϑοῦ
.
Verse: 24
τέσσαρα
δέ
ἐστιν
ἐλάχιστα
ἐπὶ
τῆς
γῆς
,
ταῦτα
δέ
ἐστιν
σοϕώτερα
τῶν
σοϕῶν
·
Verse: 25
οἱ
μύρμηκες
,
οἷς
μὴ
ἔστιν
ἰσχὺς
καὶ
ἑτοιμάζονται
ϑέρους
τὴν
τροϕήν
·
Verse: 26
καὶ
οἱ
χοιρογρύλλιοι
,
ἔϑνος
οὐκ
ἰσχυρόν
,
οἳ
ἐποιήσαντο
ἐν
πέτραις
τοὺς
ἑαυτῶν
οἴκους
·
Verse: 27
ἀβασίλευτόν
ἐστιν
ἡ
ἀκρὶς
καὶ
ἐκστρατεύει
ἀϕ
'
ἑνὸς
κελεύσματος
εὐτάκτως
·
Verse: 28
καὶ
καλαβώτης
χερσὶν
ἐρειδόμενος
καὶ
εὐάλωτος
ὢν
κατοικεῖ
ἐν
ὀχυρώμασιν
βασιλέως
.
Verse: 29
τρία
δέ
ἐστιν
,
ἃ
εὐόδως
πορεύεται
,
καὶ
τὸ
τέταρτον
,
ὃ
καλῶς
διαβαίνει
·
Verse: 30
σκύμνος
λέοντος
ἰσχυρότερος
κτηνῶν
,
ὃς
οὐκ
ἀποστρέϕεται
οὐδὲ
καταπτήσσει
κτῆνος
,
Verse: 31
καὶ
ἀλέκτωρ
ἐμπεριπατῶν
ϑηλείαις
εὔψυχος
καὶ
τράγος
ἡγούμενος
αἰπολίου
καὶ
βασιλεὺς
δημηγορῶν
ἐν
ἔϑνει
.
Verse: 32
ἐὰν
πρόῃ
σεαυτὸν
εἰς
εὐϕροσύνην
καὶ
ἐκτείνῃς
τὴν
χεῖρά
σου
μετὰ
μάχης
,
ἀτιμασϑήσῃ
.
Verse: 33
ἄμελγε
γάλα
,
καὶ
ἔσται
βούτυρον
·
ἐὰν
δὲ
ἐκπιέζῃς
μυκτῆρας
,
ἐξελεύσεται
αἷμα
·
ἐὰν
δὲ
ἐξέλκῃς
λόγους
,
ἐξελεύσονται
κρίσεις
καὶ
μάχαι
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.