TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 760
Previous part

Chapter: 30 
Verse: 1  Τοὺς ἐμοὺς λόγους, υἱέ, ϕοβήϑητι
καὶ δεξάμενος αὐτοὺς μετανόει·
τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσιν ϑεῷ, καὶ παύομαι·
Verse: 2 
ἀϕρονέστατος γάρ εἰμι πάντων ἀνϑρώπων,
καὶ ϕρόνησις ἀνϑρώπων οὐκ ἔστιν ἐν ἐμοί·
Verse: 3 
ϑεὸς δεδίδαχέν με σοϕίαν,
καὶ γνῶσιν ἁγίων ἔγνωκα.
Verse: 4 
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;
τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς;
τί ὄνομα αὐτῷ, τί ὄνομα τοῖς τέκνοις αὐτοῦ, ἵνα γνῷς;
Verse: 5 
πάντες λόγοι ϑεοῦ πεπυρωμένοι,
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν·
Verse: 6 
μὴ προσϑῇς τοῖς λόγοις αὐτοῦ,
ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
Verse: 7 
δύο αἰτοῦμαι παρὰ σοῦ,
μὴ ἀϕέλῃς μου χάριν πρὸ τοῦ ἀποϑανεῖν με·
Verse: 8 
μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,
Verse: 9 
ἵνα μὴ πλησϑεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ;
πενηϑεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ ϑεοῦ.
Verse: 10 
μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου.
μήποτε καταράσηταί σε καὶ ἀϕανισϑῇς.
Verse: 11 
ἔκγονον κακὸν πατέρα καταρᾶται,
τὴν δὲ μητέρα οὐκ εὐλογεῖ·
Verse: 12 
ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν·
Verse: 13 
ἔκγονον κακὸν ὑψηλοὺς ὀϕϑαλμοὺς ἔχει,
τοῖς δὲ βλεϕάροις αὐτοῦ ἐπαίρεται·
Verse: 14 
ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
καὶ κατεσϑίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνϑρώπων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.