TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 679
Previous part

Chapter: 110 
Verse: 1  Αλληλουια.
᾽Εξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου
ἐν βουλῇ εὐϑείων καὶ συναγωγῇ.
Verse: 2 
μεγάλα τὰ ἔργα κυρίου,
ἐξεζητημένα εἰς πάντα τὰ ϑελήματα αὐτοῦ·
Verse: 3 
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 4 
μνείαν ἐποιήσατο τῶν ϑαυμασίων αὐτοῦ,
ἐλεήμων καὶ οἰκτίρμων κύριος·
Verse: 5 
τροϕὴν ἔδωκεν τοῖς ϕοβουμένοις αὐτόν,
μνησϑήσεται εἰς τὸν αἰῶνα διαϑήκης αὐτοῦ.
Verse: 6 
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ
τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐϑνῶν.
Verse: 7 
ἔργα χειρῶν αὐτοῦ ἀλήϑεια καὶ κρίσις·
πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
Verse: 8 
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
πεποιημέναι ἐν ἀληϑείᾳ καὶ εὐϑύτητι.
Verse: 9 
λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ,
ἐνετείλατο εἰς τὸν αἰῶνα διαϑήκην αὐτοῦ·
ἅγιον καὶ ϕοβερὸν τὸ ὄνομα αὐτοῦ.
Verse: 10 
ἀρχὴ σοϕίας ϕόβος κυρίου,
σύνεσις ἀγαϑὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.
αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.