TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 693
Previous part

Chapter: 124 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Οἱ πεποιϑότες ἐπὶ κύριον ὡς ὄρος Σιων·
οὐ σαλευϑήσεται εἰς τὸν αἰῶνα κατοικῶν Ιερουσαλημ.
Verse: 2 
ὄρη κύκλῳ αὐτῆς,
καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Verse: 3 
ὅτι οὐκ ἀϕήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν
ἐπὶ τὸν κλῆρον τῶν δικαίων,
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι
ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
Verse: 4 
ἀγάϑυνον, κύριε, τοῖς ἀγαϑοῖς
καὶ τοῖς εὐϑέσι τῇ καρδίᾳ·
Verse: 5 
τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
εἰρήνη ἐπὶ τὸν Ισραηλ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.