TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 695
Previous part

Chapter: 126 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν· τῷ Σαλωμων.
᾽Εὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον,
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·
ἐὰν μὴ κύριος ϕυλάξῃ πόλιν,
εἰς μάτην ἠγρύπνησεν ϕυλάσσων.
Verse: 2 
εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρϑρίζειν,
ἐγείρεσϑαι μετὰ τὸ καϑῆσϑαι,
οἱ ἔσϑοντες ἄρτον ὀδύνης,
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
Verse: 3 
ἰδοὺ κληρονομία κυρίου υἱοί,
μισϑὸς τοῦ καρποῦ τῆς γαστρός.
Verse: 4 
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
Verse: 5 
μακάριος ἄνϑρωπος, ὃς πληρώσει τὴν ἐπιϑυμίαν αὐτοῦ ἐξ // αὐτῶν·
οὐ καταισχυνϑήσονται, ὅταν λαλῶσι τοῖς ἐχϑροῖς αὐτῶν ἐν // πύλῃ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.