TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 696
Previous part

Chapter: 127 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Μακάριοι πάντες οἱ ϕοβούμενοι τὸν κύριον
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Verse: 2 
τοὺς πόνους τῶν καρπῶν σου ϕάγεσαι·
μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
Verse: 3 
γυνή σου ὡς ἄμπελος εὐϑηνοῦσα
ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου·
οἱ υἱοί σου ὡς νεόϕυτα ἐλαιῶν
κύκλῳ τῆς τραπέζης σου.
Verse: 4 
ἰδοὺ οὕτως εὐλογηϑήσεται ἄνϑρωπος ϕοβούμενος τὸν κύριον.
Verse: 5 
εὐλογήσαι σε κύριος ἐκ Σιων,
καὶ ἴδοις τὰ ἀγαϑὰ Ιερουσαλημ
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Verse: 6 
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
εἰρήνη ἐπὶ τὸν Ισραηλ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.