TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 704
Previous part

Chapter: 135 
Verse: 1  Αλληλουια.
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 2 
ἐξομολογεῖσϑε τῷ ϑεῷ τῶν ϑεῶν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 3 
ἐξομολογεῖσϑε τῷ κυρίῳ τῶν κυρίων,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 4 
τῷ ποιοῦντι ϑαυμάσια μεγάλα μόνῳ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 5 
τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 6 
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 7 
τῷ ποιήσαντι ϕῶτα μεγάλα μόνῳ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 8 
τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 9 
τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 10 
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 11 
καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 12 
τῷ καταδιελόντι τὴν ἐρυϑρὰν ϑάλασσαν εἰς διαιρέσεις,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 13 
καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 14 
καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς ϑάλασσαν // ἐρυϑράν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 15 
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 16 
τῷ πατάξαντι βασιλεῖς μεγάλους,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 17 
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 18 
τὸν Σηων βασιλέα τῶν Αμορραίων,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 19 
καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 20 
καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 21 
κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 22 
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσϑη ἡμῶν κύριος,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 23 
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχϑρῶν ἡμῶν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 24 
διδοὺς τροϕὴν πάσῃ σαρκί,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 25 
ἐξομολογεῖσϑε τῷ ϑεῷ τοῦ οὐρανοῦ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ἐξομολογεῖσϑε τῷ κυρίῳ τῶν κυρίων,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.