TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 714
Previous part

Chapter: 145 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἴνει, ψυχή μου, τὸν κύριον.
Verse: 2 
αἰνέσω κύριον ἐν ζωῇ μου,
ψαλῶ τῷ ϑεῷ μου, ἕως ὑπάρχω.
Verse: 3 
μὴ πεποίϑατε ἐπ' ἄρχοντας
καὶ ἐϕ' υἱοὺς ἀνϑρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
Verse: 4 
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν // αὐτοῦ·
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
Verse: 5 
μακάριος οὗ ϑεὸς Ιακωβ βοηϑός,
ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν ϑεὸν αὐτοῦ
Verse: 6 
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν ϑάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
τὸν ϕυλάσσοντα ἀλήϑειαν εἰς τὸν αἰῶνα,
Verse: 7 
ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
διδόντα τροϕὴν τοῖς πεινῶσιν·
κύριος λύει πεπεδημένους,
Verse: 8 
κύριος ἀνορϑοῖ κατερραγμένους,
κύριος σοϕοῖ τυϕλούς,
κύριος ἀγαπᾷ δικαίους·
Verse: 9 
κύριος ϕυλάσσει τοὺς προσηλύτους,
ὀρϕανὸν καὶ χήραν ἀναλήμψεται
καὶ ὁδὸν ἁμαρτωλῶν ἀϕανιεῖ.
Verse: 10 
βασιλεύσει κύριος εἰς τὸν αἰῶνα,
ϑεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.