TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 588
Previous part

Chapter: 19 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
᾽Επακούσαι σου κύριος ἐν ἡμέρᾳ ϑλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ ϑεοῦ Ιακωβ.
Verse: 3 
ἐξαποστείλαι σοι βοήϑειαν ἐξ ἁγίου
καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.
Verse: 4 
μνησϑείη πάσης ϑυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
διάψαλμα.
Verse: 5 
δῴη σοι κατὰ τὴν καρδίαν σου
καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Verse: 6 
ἀγαλλιασόμεϑα ἐν τῷ σωτηρίῳ σου
καὶ ἐν ὀνόματι ϑεοῦ ἡμῶν μεγαλυνϑησόμεϑα.
πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
Verse: 7 
νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ·
ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Verse: 8 
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου ϑεοῦ ἡμῶν μεγαλυνϑησόμεϑα.
Verse: 9 
αὐτοὶ συνεποδίσϑησαν καὶ ἔπεσαν,
ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρϑώϑημεν.
Verse: 10 
κύριε, σῶσον τὸν βασιλέα σου
καὶ ἐπάκουσον ἡμῶν ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεϑά σε. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.