TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 595
Previous part

Chapter: 26 
Verse: 1  Τοῦ Δαυιδ· πρὸ τοῦ χρισϑῆναι.
Κύριος ϕωτισμός μου καὶ σωτήρ μου· τίνα ϕοβηϑήσομαι;
κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
Verse: 2 
ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ ϕαγεῖν τὰς σάρκας μου
οἱ ϑλίβοντές με καὶ οἱ ἐχϑροί μου αὐτοὶ ἠσϑένησαν καὶ ἔπεσαν·
Verse: 3 
ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ ϕοβηϑήσεται καρδία // μου·
ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
Verse: 4 
μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω·
τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
τοῦ ϑεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου
καὶ ἐπισκέπτεσϑαι τὸν ναὸν αὐτοῦ.
Verse: 5 
ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου·
ἐσκέπασέν με ἐν ἀποκρύϕῳ τῆς σκηνῆς αὐτοῦ,
ἐν πέτρᾳ ὕψωσέν με·
Verse: 6 
καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεϕαλήν μου ἐπ' ἐχϑρούς μου·
ἐκύκλωσα καὶ ἔϑυσα ἐν τῇ σκηνῇ αὐτοῦ ϑυσίαν ἀλαλαγμοῦ,
ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ.
Verse: 7 
εἰσάκουσον, κύριε, τῆς ϕωνῆς μου, ἧς ἐκέκραξα·
ἐλέησόν με καὶ εἰσάκουσόν μου.
Verse: 8 
σοὶ εἶπεν καρδία μου ᾽Εζήτησεν τὸ πρόσωπόν μου·
τὸ πρόσωπόν σου, κύριε, ζητήσω.
Verse: 9 
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·
βοηϑός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με
καὶ μὴ ἐγκαταλίπῃς με, ϑεὸς σωτήρ μου.
Verse: 10 
ὅτι πατήρ μου καὶ μήτηρ μου ἐγκατέλιπόν με,
δὲ κύριος προσελάβετό με.
Verse: 11 
νομοϑέτησόν με, κύριε, τῇ ὁδῷ σου
καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐϑείᾳ ἕνεκα τῶν ἐχϑρῶν μου.
Verse: 12 
μὴ παραδῷς με εἰς ψυχὰς ϑλιβόντων με,
ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι,
καὶ ἐψεύσατο ἀδικία ἑαυτῇ.
Verse: 13 
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαϑὰ κυρίου ἐν γῇ ζώντων.
Verse: 14 
ὑπόμεινον τὸν κύριον·
ἀνδρίζου, καὶ κραταιούσϑω καρδία σου,
καὶ ὑπόμεινον τὸν κύριον. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.