TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 601
Previous part

Chapter: 32 
Verse: 1  Τῷ Δαυιδ.
᾽Αγαλλιᾶσϑε, δίκαιοι, ἐν τῷ κυρίῳ·
τοῖς εὐϑέσι πρέπει αἴνεσις.
Verse: 2 
ἐξομολογεῖσϑε τῷ κυρίῳ ἐν κιϑάρᾳ,
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
Verse: 3 
ᾄσατε αὐτῷ ᾆσμα καινόν,
καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
Verse: 4 
ὅτι εὐϑὴς λόγος τοῦ κυρίου,
καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
Verse: 5 
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,
τοῦ ἐλέους κυρίου πλήρης γῆ.
Verse: 6 
τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώϑησαν
καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν·
Verse: 7 
συνάγων ὡς ἀσκὸν ὕδατα ϑαλάσσης,
τιϑεὶς ἐν ϑησαυροῖς ἀβύσσους.
Verse: 8 
ϕοβηϑήτω τὸν κύριον πᾶσα γῆ,
ἀπ' αὐτοῦ δὲ σαλευϑήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·
Verse: 9 
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήϑησαν,
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσϑησαν.
Verse: 10 
κύριος διασκεδάζει βουλὰς ἐϑνῶν,
ἀϑετεῖ δὲ λογισμοὺς λαῶν
καὶ ἀϑετεῖ βουλὰς ἀρχόντων·
Verse: 11 
δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει,
λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Verse: 12 
μακάριον τὸ ἔϑνος, οὗ ἐστιν κύριος ϑεὸς αὐτοῦ,
λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
Verse: 13 
ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος,
εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνϑρώπων·
Verse: 14 
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
Verse: 15 
πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,
συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν.
Verse: 16 
οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,
καὶ γίγας οὐ σωϑήσεται ἐν πλήϑει ἰσχύος αὐτοῦ·
Verse: 17 
ψευδὴς ἵππος εἰς σωτηρίαν,
ἐν δὲ πλήϑει δυνάμεως αὐτοῦ οὐ σωϑήσεται.
Verse: 18 
ἰδοὺ οἱ ὀϕϑαλμοὶ κυρίου ἐπὶ τοὺς ϕοβουμένους αὐτὸν
τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ
Verse: 19 
ῥύσασϑαι ἐκ ϑανάτου τὰς ψυχὰς αὐτῶν
καὶ διαϑρέψαι αὐτοὺς ἐν λιμῷ.
Verse: 20 
ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ,
ὅτι βοηϑὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
Verse: 21 
ὅτι ἐν αὐτῷ εὐϕρανϑήσεται καρδία ἡμῶν,
καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
Verse: 22 
γένοιτο τὸ ἔλεός σου, κύριε, ἐϕ' ἡμᾶς,
καϑάπερ ἠλπίσαμεν ἐπὶ σέ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.