TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 608
Previous part

Chapter: 39 
Verse: 1  Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός.
Verse: 2 
῾Υπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι
καὶ εἰσήκουσεν τῆς δεήσεώς μου
Verse: 3 
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
καὶ ἀπὸ πηλοῦ ἰλύος
καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου
καὶ κατηύϑυνεν τὰ διαβήματά μου
Verse: 4 
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν,
ὕμνον τῷ ϑεῷ ἡμῶν·
ὄψονται πολλοὶ καὶ ϕοβηϑήσονται
καὶ ἐλπιοῦσιν ἐπὶ κύριον.
Verse: 5 
μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ
καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
Verse: 6 
πολλὰ ἐποίησας σύ, κύριε ϑεός μου, τὰ ϑαυμάσιά σου,
καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωϑήσεταί σοι·
ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληϑύνϑησαν ὑπὲρ ἀριϑμόν.
Verse: 7 
ϑυσίαν καὶ προσϕορὰν οὐκ ἠϑέλησας,
ὠτία δὲ κατηρτίσω μοι·
ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας.
Verse: 8 
τότε εἶπον ᾽Ιδοὺ ἥκω,
ἐν κεϕαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·
Verse: 9 
τοῦ ποιῆσαι τὸ ϑέλημά σου, ϑεός μου, ἐβουλήϑην
καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
Verse: 10 
εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ·
ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω·
κύριε, σὺ ἔγνως.
Verse: 11 
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου,
τὴν ἀλήϑειάν σου καὶ τὸ σωτήριόν σου εἶπα,
οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήϑειάν σου ἀπὸ συναγωγῆς // πολλῆς.
Verse: 12 
σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ·
τὸ ἔλεός σου καὶ ἀλήϑειά σου διὰ παντὸς ἀντελάβοντό μου.
Verse: 13 
ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριϑμός,
κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήϑην τοῦ βλέπειν·
ἐπληϑύνϑησαν ὑπὲρ τὰς τρίχας τῆς κεϕαλῆς μου,
καὶ καρδία μου ἐγκατέλιπέν με.
Verse: 14 
εὐδόκησον, κύριε, τοῦ ῥύσασϑαί με·
κύριε, εἰς τὸ βοηϑῆσαί μοι πρόσχες.
Verse: 15 
καταισχυνϑείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν // ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν,
ἀποστραϕείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ ϑέλοντές // μοι κακά,
Verse: 16 
κομισάσϑωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι // Εὖγε εὖγε.
Verse: 17 
ἀγαλλιάσαιντο καὶ εὐϕρανϑείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές // σε, κύριε,
καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνϑήτω κύριος, οἱ ἀγαπῶντες // τὸ σωτήριόν σου.
Verse: 18 
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος ϕροντιεῖ μου.
βοηϑός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ϑεός μου, μὴ // χρονίσῃς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.