TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 610
Previous part

Chapter: 41 
Verse: 1  Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε.
Verse: 2 
῝Ον τρόπον ἐπιποϑεῖ ἔλαϕος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτως ἐπιποϑεῖ ψυχή μου πρὸς σέ, ϑεός.
Verse: 3 
ἐδίψησεν ψυχή μου πρὸς τὸν ϑεὸν τὸν ζῶντα·
πότε ἥξω καὶ ὀϕϑήσομαι τῷ προσώπῳ τοῦ ϑεοῦ;
Verse: 4 
ἐγενήϑη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς
ἐν τῷ λέγεσϑαί μοι καϑ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν ϑεός σου;
Verse: 5 
ταῦτα ἐμνήσϑην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου,
ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς ϑαυμαστῆς ἕως τοῦ οἴκου // τοῦ ϑεοῦ
ἐν ϕωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
Verse: 6 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου ϑεός μου.
Verse: 7 
πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχϑη·
διὰ τοῦτο μνησϑήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, // ἀπὸ ὄρους μικροῦ.
Verse: 8 
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς ϕωνὴν τῶν καταρρακτῶν σου,
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλϑον.
Verse: 9 
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ,
καὶ νυκτὸς ᾠδὴ παρ' ἐμοί,
προσευχὴ τῷ ϑεῷ τῆς ζωῆς μου.
Verse: 10 
ἐρῶ τῷ ϑεῷ ᾽Αντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάϑου;
ἵνα τί σκυϑρωπάζων πορεύομαι ἐν τῷ ἐκϑλίβειν τὸν ἐχϑρόν μου;
Verse: 11 
ἐν τῷ καταϑλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ ϑλίβοντές // με
ἐν τῷ λέγειν αὐτούς μοι καϑ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν // ϑεός σου;
Verse: 12 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτηρία τοῦ προσώπου μου ϑεός μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.