TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 622
Previous part

Chapter: 53 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ
Verse: 2 
ἐν τῷ ἐλϑεῖν τοὺς Ζιϕαίους καὶ εἰπεῖν τῷ
Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν;
Verse: 3 
῾Ο ϑεός, ἐν τῷ ὀνόματί σου σῶσόν με
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
Verse: 4 
ϑεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Verse: 5 
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου·
οὐ προέϑεντο τὸν ϑεὸν ἐνώπιον αὐτῶν.
διάψαλμα.
Verse: 6 
ἰδοὺ γὰρ ϑεὸς βοηϑεῖ μοι,
καὶ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
Verse: 7 
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχϑροῖς μου·
ἐν τῇ ἀληϑείᾳ σου ἐξολέϑρευσον αὐτούς.
Verse: 8 
ἑκουσίως ϑύσω σοι,
ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαϑόν·
Verse: 9 
ὅτι ἐκ πάσης ϑλίψεως ἐρρύσω με,
καὶ ἐν τοῖς ἐχϑροῖς μου ἐπεῖδεν ὀϕϑαλμός μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.