TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 623
Previous part

Chapter: 54 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ.
Verse: 2 
᾽Ενώτισαι, ϑεός, τὴν προσευχὴν μου
καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
Verse: 3 
πρόσχες μοι καὶ εἰσάκουσόν μου.
ἐλυπήϑην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχϑην
Verse: 4 
ἀπὸ ϕωνῆς ἐχϑροῦ καὶ ἀπὸ ϑλίψεως ἁμαρτωλοῦ,
ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν
καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
Verse: 5 
καρδία μου ἐταράχϑη ἐν ἐμοί,
καὶ δειλία ϑανάτου ἐπέπεσεν ἐπ' ἐμέ·
Verse: 6 
ϕόβος καὶ τρόμος ἦλϑεν ἐπ' ἐμέ,
καὶ ἐκάλυψέν με σκότος.
Verse: 7 
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς
καὶ πετασϑήσομαι καὶ καταπαύσω;
Verse: 8 
ἰδοὺ ἐμάκρυνα ϕυγαδεύων
καὶ ηὐλίσϑην ἐν τῇ ἐρήμῳ.
διάψαλμα.
Verse: 9 
προσεδεχόμην τὸν σῴζοντά με
ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.
Verse: 10 
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,
ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
Verse: 11 
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,
ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία,
Verse: 12 
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.
Verse: 13 
ὅτι εἰ ἐχϑρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν,
καὶ εἰ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν // ἀπ' αὐτοῦ.
Verse: 14 
σὺ δέ, ἄνϑρωπε ἰσόψυχε,
ἡγεμών μου καὶ γνωστέ μου,
Verse: 15 
ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα,
ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ ἐπορεύϑημεν ἐν ὁμονοίᾳ·
Verse: 16 
ἐλϑέτω ϑάνατος ἐπ' αὐτούς,
καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες,
ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
Verse: 17 
ἐγὼ δὲ πρὸς τὸν ϑεὸν ἐκέκραξα,
καὶ κύριος εἰσήκουσέν μου.
Verse: 18 
ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι·
ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς ϕωνῆς μου.
Verse: 19 
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι,
ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.
Verse: 20 
εἰσακούσεται ϑεὸς καὶ ταπεινώσει αὐτούς,
ὑπάρχων πρὸ τῶν αἰώνων.
διάψαλμα.
οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα,
καὶ οὐκ ἐϕοβήϑησαν τὸν ϑεόν.
Verse: 21 
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι·
ἐβεβήλωσαν τὴν διαϑήκην αὐτοῦ.
Verse: 22 
διεμερίσϑησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ,
καὶ ἤγγισεν καρδία αὐτοῦ·
ἡπαλύνϑησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον,
καὶ αὐτοί εἰσιν βολίδες.
Verse: 23 
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαϑρέψει·
οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
Verse: 24 
σὺ δέ, ϑεός, κατάξεις αὐτοὺς εἰς ϕρέαρ διαϕϑορᾶς·
ἄνδρες αἱμάτων καὶ δολιότητος
οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.
ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.