TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 626
Previous part

Chapter: 57 
Verse: 1  Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ
εἰς στηλογραϕίαν.
Verse: 2 
Εἰ ἀληϑῶς ἄρα δικαιοσύνην λαλεῖτε;
εὐϑεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνϑρώπων;
Verse: 3 
καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσϑε ἐν τῇ γῇ,
ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.
Verse: 4 
ἀπηλλοτριώϑησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,
ἐπλανήϑησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
Verse: 5 
ϑυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄϕεως,
ὡσεὶ ἀσπίδος κωϕῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,
Verse: 6 
ἥτις οὐκ εἰσακούσεται ϕωνὴν ἐπᾳδόντων
ϕαρμάκου τε ϕαρμακευομένου παρὰ σοϕοῦ.
Verse: 7 
ϑεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,
τὰς μύλας τῶν λεόντων συνέϑλασεν κύριος.
Verse: 8 
ἐξουδενωϑήσονται ὡς ὕδωρ διαπορευόμενον·
ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσϑενήσουσιν.
Verse: 9 
ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεϑήσονται·
ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον.
Verse: 10 
πρὸ τοῦ συνιέναι τὰς ἀκάνϑας ὑμῶν τὴν ῥάμνον,
ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.
Verse: 11 
εὐϕρανϑήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν·
τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
Verse: 12 
καὶ ἐρεῖ ἄνϑρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ,
ἄρα ἐστὶν ϑεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.