TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 326
Previous part

Chapter: 11 
Verse: 1    Καὶ βασιλεὺς Σαλωμων ἦν ϕιλογύναιος. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν ϑυγατέρα Φαραω, Μωαβίτιδας, Αμμανίτιδας, Σύρας καὶ Ιδουμαίας, Χετταίας καὶ Αμορραίας,
Verse: 2    
ἐκ τῶν ἐϑνῶν, ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ισραηλ Οὐκ εἰσελεύσεσϑε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήϑη Σαλωμων τοῦ ἀγαπῆσαι.
Verse: 4    
καὶ ἐγενήϑη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν καρδία αὐτοῦ τελεία μετὰ κυρίου ϑεοῦ αὐτοῦ καϑὼς καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω ϑεῶν αὐτῶν.
Verse: 5    
τότε ᾠκοδόμησεν Σαλωμων ὑψηλὸν τῷ Χαμως εἰδώλῳ Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμων
Verse: 6    
καὶ τῇ ᾽Αστάρτῃ βδελύγματι Σιδωνίων,
Verse: 7    
καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, ἐϑυμίων καὶ ἔϑυον τοῖς εἰδώλοις αὐτῶν·
Verse: 8    
καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ ἐπορεύϑη ὀπίσω κυρίου ὡς Δαυιδ πατὴρ αὐτοῦ.
Verse: 9    
καὶ ὠργίσϑη κύριος ἐπὶ Σαλωμων, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου ϑεοῦ Ισραηλ τοῦ ὀϕϑέντος αὐτῷ δὶς
Verse: 10    
καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευϑῆναι ὀπίσω ϑεῶν ἑτέρων καὶ ϕυλάξασϑαι ποιῆσαι ἐνετείλατο αὐτῷ κύριος ϑεός,
Verse: 11    
καὶ εἶπεν κύριος πρὸς Σαλωμων ᾽Ανϑ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐϕύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
Verse: 12    
πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν.
Verse: 13    
πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυιδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην.
Verse: 14    
Καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαϑ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ· καὶ συνηϑροίσϑησαν ἐπ' αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ· καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων. καὶ Αδερ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ·
Verse: 15    
καὶ ἐγένετο ἐν τῷ ἐξολεϑρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευϑῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς ϑάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ
Verse: 16    
ὅτι ἓξ μῆνας ἐνεκάϑητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλέϑρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας
Verse: 17    
καὶ ἀπέδρα Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ εἰσῆλϑον εἰς Αἴγυπτον, καὶ Αδερ παιδάριον μικρόν·
Verse: 18    
καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ' αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ εἰσῆλϑεν Αδερ πρὸς Φαραω, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
Verse: 19    
καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σϕόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελϕὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελϕὴν Θεκεμινας τὴν μείζω·
Verse: 20    
καὶ ἔτεκεν αὐτῷ ἀδελϕὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαϑ υἱὸν αὐτῆς, καὶ ἐξέϑρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω, καὶ ἦν Γανηβαϑ ἐν μέσῳ υἱῶν Φαραω.
Verse: 21    
καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέϑνηκεν Ιωαβ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Αδερ πρὸς Φαραω ᾽Εξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
Verse: 22    
καὶ εἶπεν Φαραω τῷ Αδερ Τίνι σὺ ἐλαττονῇ μετ' ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελϑεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Αδερ ῞Οτι ἐξαποστέλλων ἐξαποστελεῖς με. καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ.
Verse: 25    
αὕτη κακία, ἣν ἐποίησεν Αδερ· καὶ ἐβαρυϑύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ.
Verse: 26    
Καὶ Ιεροβοαμ υἱὸς Ναβατ Εϕραϑι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων,
Verse: 27    
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν ϕραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
Verse: 28    
καὶ ἄνϑρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει, καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηϕ.
Verse: 29    
καὶ ἐγενήϑη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλϑεν ἐξ Ιερουσαλημ, καὶ εὗρεν αὐτὸν Αχιας Σηλωνίτης προϕήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμϕότεροι ἐν τῷ πεδίῳ.
Verse: 30    
καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ' αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
Verse: 31    
καὶ εἶπεν τῷ Ιεροβοαμ Λαβὲ σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Ιδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα,
Verse: 32    
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν ϕυλῶν Ισραηλ,
Verse: 33    
ἀνϑ' ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ ᾽Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχϑίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύϑη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ πατὴρ αὐτοῦ.
Verse: 34    
καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυιδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.
Verse: 35    
καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
Verse: 36    
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ϑέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ ϑέσϑαι ὄνομά μου ἐκεῖ.
Verse: 37    
καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιϑυμεῖ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ.
Verse: 38    
καὶ ἔσται ἐὰν ϕυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευϑῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐϑὲς ἐνώπιον ἐμοῦ τοῦ ϕυλάξασϑαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καϑὼς ἐποίησεν Δαυιδ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καϑὼς ᾠκοδόμησα τῷ Δαυιδ.
Verse: 40    
καὶ ἐζήτησεν Σαλωμων ϑανατῶσαι τὸν Ιεροβοαμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέϑανεν Σαλωμων.
Verse: 41    
Καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν ϕρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων;
Verse: 42    
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ, τεσσαράκοντα ἔτη.
Verse: 43    
καὶ ἐκοιμήϑη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήϑη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔϕυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάϑητο ἐν Αἰγύπτῳ , κατευϑύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ. καὶ βασιλεὺς Σαλωμων ἐκοιμήϑη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.