TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 327
Previous part

Chapter: 12 
Verse: 1    Καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα, ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν.
Verse: 3    
καὶ ἐλάλησεν λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες
Verse: 4    
῾Ο πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούϕισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐϕ' ἡμᾶς, καὶ δουλεύσομέν σοι.
Verse: 5    
καὶ εἶπεν πρὸς αὐτούς ᾽Απέλϑετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλϑον.
Verse: 6    
καὶ παρήγγειλεν βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσϑε καὶ ἀποκριϑῶ τῷ λαῷ τούτῳ λόγον;
Verse: 7    
καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαϑούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
Verse: 8    
καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραϕέντων μετ' αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ
Verse: 9    
καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριϑῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων Κούϕισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν πατήρ σου ἐϕ' ἡμᾶς;
Verse: 10    
καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραϕέντα μετ' αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες ῾Ο πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούϕισον ἀϕ' ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς ῾Η μικρότης μου παχυτέρα τῆς ὀσϕύος τοῦ πατρός μου·
Verse: 11    
καὶ νῦν πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσϑήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
Verse: 12    
καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καϑότι ἐλάλησεν αὐτοῖς βασιλεὺς λέγων ᾽Αναστράϕητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
Verse: 13    
καὶ ἀπεκρίϑη βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων, συνεβουλεύσαντο αὐτῷ,
Verse: 14    
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων ῾Ο πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσϑήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
Verse: 15    
καὶ οὐκ ἤκουσεν βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροϕὴ παρὰ κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.
Verse: 16    
καὶ εἶδον πᾶς Ισραηλ ὅτι οὐκ ἤκουσεν βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίϑη λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαι· ἀπότρεχε, Ισραηλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἀπῆλϑεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ.
Verse: 18    
καὶ ἀπέστειλεν βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ ϕόρου, καὶ ἐλιϑοβόλησαν αὐτὸν πᾶς Ισραηλ ἐν λίϑοις καὶ ἀπέϑανεν· καὶ βασιλεὺς Ροβοαμ ἔϕϑασεν ἀναβῆναι τοῦ ϕυγεῖν εἰς Ιερουσαλημ.
Verse: 19    
καὶ ἠϑέτησεν Ισραηλ εἰς τὸν οἶκον Δαυιδ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 20    
καὶ ἐγένετο ὡς ἤκουσεν πᾶς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι.
Verse: 21    
καὶ Ροβοαμ εἰσῆλϑεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκῆπτρον Βενιαμιν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱῷ Σαλωμων.
Verse: 22    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνϑρωπον τοῦ ϑεοῦ λέγων
Verse: 23    
Εἰπὸν τῷ Ροβοαμ υἱῷ Σαλωμων βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων
Verse: 24    
Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσϑε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελϕῶν ὑμῶν υἱῶν Ισραηλ· ἀναστρεϕέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ κατέπαυσαν τοῦ πορευϑῆναι κατὰ τὸ ῥῆμα κυρίου.
Verse: 24a    
Καὶ βασιλεὺς Σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααναν ϑυγάτηρ Αναν υἱοῦ Ναας βασιλέως υἱῶν Αμμων· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύϑη ἐν ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ.
Verse: 24b    
καὶ ἦν ἄνϑρωπος ἐξ ὄρους Εϕραιμ δοῦλος τῷ Σαλωμων, καὶ ὄνομα αὐτῷ Ιεροβοαμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρα γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηϕ, καὶ ᾠκοδόμησεν τῷ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εϕραιμ, οὗτος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν.
Verse: 24c    
καὶ ἐζήτει Σαλωμων ϑανατῶσαι αὐτόν, καὶ ἐϕοβήϑη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ' αὐτοῦ, ἕως ἀπέϑανεν Σαλωμων.
Verse: 24d    
καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέϑνηκεν Σαλωμων, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων ᾽Εξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακιμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι.
Verse: 24e    
καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελϕὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν ϑυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ.
Verse: 24f    
καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ ῎Οντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλϑεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλϑεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εϕραιμ· καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα.
Verse: 24g    
Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σϕόδρα· καὶ ἐπορεύϑη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ ᾽Ανάστηϑι καὶ πορεύου, ἐπερώτησον τὸν ϑεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ.
Verse: 24h    
καὶ ἄνϑρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα κυρίου μετ' αὐτοῦ. καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ ᾽Ανάστηϑι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταϕυλὴν καὶ στάμνον μέλιτος.
Verse: 24i    
καὶ ἀνέστη γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταϕυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια· καὶ ἄνϑρωπος πρεσβύτερος, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν.
Verse: 24k    
καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται, καὶ ἐγένετο εἰσελϑούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ ῎Εξελϑε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ Εἴσελϑε καὶ μὴ στῇς, ὅτι τάδε λέγει κύριος Σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ.
Verse: 24l    
καὶ εἰσῆλϑεν Ανω πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ, καὶ εἶπεν αὐτῇ Αχια ῞Ινα τί μοι ἐνήνοχας ἄρτους καὶ σταϕυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει κύριος ᾽Ιδοὺ σὺ ἀπελεύσῃ ἀπ' ἐμοῦ, καὶ ἔσται εἰσελϑούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέϑνηκεν.
Verse: 24m    
ὅτι τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐξολεϑρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεϑνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταϕάγονται οἱ κύνες, καὶ τὸν τεϑνηκότα ἐν τῷ ἀγρῷ καταϕάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόψονται Οὐαὶ κύριε, ὅτι εὑρέϑη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου.
Verse: 24n    
καὶ ἀπῆλϑεν γυνή, ὡς ἤκουσεν, καὶ ἐγένετο ὡς εἰσῆλϑεν εἰς τὴν Σαριρα, καὶ τὸ παιδάριον ἀπέϑανεν, καὶ ἐξῆλϑεν κραυγὴ εἰς ἀπαντήν.
Verse: 24o    
Καὶ ἐπορεύϑη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εϕραιμ καὶ συνήϑροισεν ἐκεῖ τὰς ϕυλὰς τοῦ Ισραηλ, καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων. καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων Λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυϑὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος Λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσϑαι σε. καὶ ἔλαβεν Ιεροβοαμ· καὶ εἶπεν Σαμαιας Τάδε λέγει κύριος ἐπὶ τὰς δέκα ϕυλὰς τοῦ Ισραηλ.
Verse: 24p    
Καὶ εἶπεν λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων ῾Ο πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐϕ' ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουϕιεῖς σὺ ἐϕ' ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν ῎Ετι τριῶν ἡμερῶν καὶ ἀποκριϑήσομαι ὑμῖν ῥῆμα.
Verse: 24q    
καὶ εἶπεν Ροβοαμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ' αὐτῶν τί ἀποκριϑῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καϑὼς ἀπέστειλεν λαὸς πρὸς αὐτόν, καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ Οὕτως ἐλάλησεν πρὸς σὲ λαός.
Verse: 24r    
καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόϕους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων λαός. καὶ εἶπαν οἱ σύντροϕοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ῾Η μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσϕὺν τοῦ πατρός μου· πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις.
Verse: 24s    
καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ, καὶ ἀπεκρίϑη τῷ λαῷ καϑὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροϕοι αὐτοῦ τὰ παιδάρια.
Verse: 24t    
καὶ εἶπεν πᾶς λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι· εἰς τὰ σκηνώματά σου, Ισραηλ, ὅτι οὗτος ἄνϑρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον.
Verse: 24u    
καὶ διεσπάρη πᾶς λαὸς ἐκ Σικιμων, καὶ ἀπῆλϑεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλϑεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλϑεν εἰς Ιερουσαλημ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν.
Verse: 24x    
καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήϑροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα.
Verse: 24y    
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνϑρωπον τοῦ ϑεοῦ λέγων Εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσϑε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελϕοὺς ὑμῶν υἱοὺς Ισραηλ· ἀναστρέϕετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο.
Verse: 24z    
καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευϑῆναι, κατὰ τὸ ῥῆμα κυρίου.
Verse: 25    
Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εϕραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλϑεν ἐκεῖϑεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ.
Verse: 26    
καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ ᾽Ιδοὺ νῦν ἐπιστρέψει βασιλεία εἰς οἶκον Δαυιδ·
Verse: 27    
ἐὰν ἀναβῇ λαὸς οὗτος ἀναϕέρειν ϑυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραϕήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με.
Verse: 28    
καὶ ἐβουλεύσατο βασιλεὺς καὶ ἐπορεύϑη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν ῾Ικανούσϑω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ ϑεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
Verse: 29    
καὶ ἔϑετο τὴν μίαν ἐν Βαιϑηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν.
Verse: 30    
καὶ ἐγένετο λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν.
Verse: 31    
καὶ ἐποίησεν οἴκους ἐϕ' ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι.
Verse: 32    
καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον, ἐποίησεν ἐν Βαιϑηλ, τοῦ ϑύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιϑηλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησεν.
Verse: 33    
καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον, ἐποίησεν, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον τοῦ ἐπιϑῦσαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.