TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 328
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἰδοὺ ἄνϑρωπος τοῦ ϑεοῦ ἐξ Ιουδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιϑηλ, καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ ϑυσιαστήριον τοῦ ἐπιϑῦσαι.
Verse: 2    
καὶ ἐπεκάλεσεν πρὸς τὸ ϑυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπεν Θυσιαστήριον ϑυσιαστήριον, τάδε λέγει κύριος ᾽Ιδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ, Ιωσιας ὄνομα αὐτῷ, καὶ ϑύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιϑύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνϑρώπων καύσει ἐπὶ σέ.
Verse: 3    
καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων Τοῦτο τὸ ῥῆμα, ἐλάλησεν κύριος λέγων ᾽Ιδοὺ τὸ ϑυσιαστήριον ῥήγνυται, καὶ ἐκχυϑήσεται πιότης ἐπ' αὐτῷ.
Verse: 4    
καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Ιεροβοαμ τῶν λόγων τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ ϑυσιαστήριον τὸ ἐν Βαιϑηλ, καὶ ἐξέτεινεν βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ ϑυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνϑη χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ' αὐτόν, καὶ οὐκ ἠδυνήϑη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν,
Verse: 5    
καὶ τὸ ϑυσιαστήριον ἐρράγη, καὶ ἐξεχύϑη πιότης ἀπὸ τοῦ ϑυσιαστηρίου κατὰ τὸ τέρας, ἔδωκεν ἄνϑρωπος τοῦ ϑεοῦ ἐν λόγῳ κυρίου.
Verse: 6    
καὶ εἶπεν βασιλεὺς Ιεροβοαμ τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ Δεήϑητι τοῦ προσώπου κυρίου τοῦ ϑεοῦ σου, καὶ ἐπιστρεψάτω χείρ μου πρός με. καὶ ἐδεήϑη ἄνϑρωπος τοῦ ϑεοῦ τοῦ προσώπου κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καϑὼς τὸ πρότερον.
Verse: 7    
καὶ ἐλάλησεν βασιλεὺς πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ Εἴσελϑε μετ' ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.
Verse: 8    
καὶ εἶπεν ἄνϑρωπος τοῦ ϑεοῦ πρὸς τὸν βασιλέα ᾽Εάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ ϕάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ.
Verse: 9    
ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ κύριος λέγων Μὴ ϕάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ἐπορεύϑης ἐν αὐτῇ.
Verse: 10    
καὶ ἀπῆλϑεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ἦλϑεν ἐν αὐτῇ εἰς Βαιϑηλ.
Verse: 11    
Καὶ προϕήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιϑηλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ ἅπαντα τὰ ἔργα, ἐποίησεν ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιϑηλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησεν τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.
Verse: 12    
καὶ ἐλάλησεν πρὸς αὐτοὺς πατὴρ αὐτῶν λέγων Ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν, ἐν ἀνῆλϑεν ἄνϑρωπος τοῦ ϑεοῦ ἐλϑὼν ἐξ Ιουδα.
Verse: 13    
καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ ᾽Επισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ' αὐτόν.
Verse: 14    
καὶ ἐπορεύϑη κατόπισϑεν τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ εὗρεν αὐτὸν καϑήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ἄνϑρωπος τοῦ ϑεοῦ ἐληλυϑὼς ἐξ Ιουδα; καὶ εἶπεν αὐτῷ ᾽Εγώ.
Verse: 15    
καὶ εἶπεν αὐτῷ Δεῦρο μετ' ἐμοῦ καὶ ϕάγε ἄρτον.
Verse: 16    
καὶ εἶπεν Οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ ϕάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
Verse: 17    
ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ κύριος λέγων Μὴ ϕάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ ἐκεῖ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ἐπορεύϑης ἐν αὐτῇ.
Verse: 18    
καὶ εἶπεν πρὸς αὐτόν Κἀγὼ προϕήτης εἰμὶ καϑὼς σύ, καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων ᾽Επίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ ϕαγέτω ἄρτον καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.
Verse: 19    
καὶ ἐπέστρεψεν αὐτόν, καὶ ἔϕαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 20    
καὶ ἐγένετο αὐτῶν καϑημένων ἐπὶ τῆς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προϕήτην τὸν ἐπιστρέψαντα αὐτὸν
Verse: 21    
καὶ εἶπεν πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ τὸν ἥκοντα ἐξ Ιουδα λέγων Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν παρεπίκρανας τὸ ῥῆμα κυρίου καὶ οὐκ ἐϕύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι κύριος ϑεός σου,
Verse: 22    
καὶ ἐπέστρεψας καὶ ἔϕαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ἐλάλησεν πρὸς σὲ λέγων Μὴ ϕάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλϑῃ τὸ σῶμά σου εἰς τὸν τάϕον τῶν πατέρων σου.
Verse: 23    
καὶ ἐγένετο μετὰ τὸ ϕαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψεν.
Verse: 24    
καὶ ἀπῆλϑεν, καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐϑανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὄνος εἱστήκει παρ' αὐτό, καὶ λέων εἱστήκει παρὰ τὸ σῶμα.
Verse: 25    
καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ ϑνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ λέων εἱστήκει ἐχόμενα τοῦ ϑνησιμαίου· καὶ εἰσῆλϑον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ προϕήτης πρεσβύτης κατῴκει ἐν αὐτῇ.
Verse: 26    
καὶ ἤκουσεν ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν ῾Ο ἄνϑρωπος τοῦ ϑεοῦ οὗτός ἐστιν, ὃς παρεπίκρανε τὸ ῥῆμα κυρίου.
Verse: 28    
καὶ ἐπορεύϑη καὶ εὗρεν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὄνος καὶ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔϕαγεν λέων τὸ σῶμα τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ οὐ συνέτριψεν τὸν ὄνον.
Verse: 29    
καὶ ἦρεν προϕήτης τὸ σῶμα τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἐπέϑηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν προϕήτης τοῦ ϑάψαι αὐτὸν
Verse: 30    
ἐν τῷ τάϕῳ ἑαυτοῦ· καὶ ἐκόψαντο αὐτόν Οὐαὶ ἀδελϕέ.
Verse: 31    
καὶ ἐγένετο μετὰ τὸ κόψασϑαι αὐτὸν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ λέγων ᾽Εὰν ἀποϑάνω, ϑάψατέ με ἐν τῷ τάϕῳ τούτῳ, οὗ ἄνϑρωπος τοῦ ϑεοῦ τέϑαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ ϑέτε με, ἵνα σωϑῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ·
Verse: 32    
ὅτι γινόμενον ἔσται τὸ ῥῆμα, ἐλάλησεν ἐν λόγῳ κυρίου ἐπὶ τοῦ ϑυσιαστηρίου τοῦ ἐν Βαιϑηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
Verse: 33    
Καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· βουλόμενος, ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.
Verse: 34    
καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεϑρον καὶ εἰς ἀϕανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.