TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 329
Previous part

Chapter: 14 
Verse: 21    Καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ροβοαμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελέξατο κύριος ϑέσϑαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν ϕυλῶν τοῦ Ισραηλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμα Αμμανῖτις.
Verse: 22    
καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν, οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν, αἷς ἥμαρτον,
Verse: 23    
καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου·
Verse: 24    
καὶ σύνδεσμος ἐγενήϑη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Verse: 25    
καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ
Verse: 26    
καὶ ἔλαβεν πάντας τοὺς ϑησαυροὺς οἴκου κυρίου καὶ τοὺς ϑησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἔλαβεν Δαυιδ ἐκ χειρὸς τῶν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ, τὰ πάντα ἔλαβεν, ὅπλα τὰ χρυσᾶ.
Verse: 27    
καὶ ἐποίησεν Ροβοαμ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ' αὐτῶν. καὶ ἐπέϑεντο ἐπ' αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ ϕυλάσσοντες τὸν πυλῶνα οἴκου τοῦ βασιλέως.
Verse: 28    
καὶ ἐγένετο ὅτε εἰσεπορεύετο βασιλεὺς εἰς οἶκον κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ ϑεε τῶν παρατρεχόντων.
Verse: 29    
καὶ τὰ λοιπὰ τῶν λόγων Ροβοαμ καὶ πάντα, ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 30    
καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας.
Verse: 31    
καὶ ἐκοιμήϑη Ροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.