TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 335
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουϑαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας.
Verse: 2    
καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουϑαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαϑὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων.
Verse: 3    
καὶ εἶπεν Ναβουϑαι πρὸς Αχααβ Μή μοι γένοιτο παρὰ ϑεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί.
Verse: 4    
καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον, καὶ ἐκοιμήϑη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔϕαγεν ἄρτον.
Verse: 5    
καὶ εἰσῆλϑεν Ιεζαβελ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσϑίων ἄρτον;
Verse: 6    
καὶ εἶπεν πρὸς αὐτήν ῞Οτι ἐλάλησα πρὸς Ναβουϑαι τὸν Ιεζραηλίτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ' αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου.
Verse: 7    
καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ; ἀνάστηϑι ϕάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου.
Verse: 8    
καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσϕραγίσατο τῇ σϕραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευϑέρους τοὺς κατοικοῦντας μετὰ Ναβουϑαι.
Verse: 9    
καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν καὶ καϑίσατε τὸν Ναβουϑαι ἐν ἀρχῇ τοῦ λαοῦ·
Verse: 10    
καὶ ἐγκαϑίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες Ηὐλόγησεν ϑεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιϑοβολησάτωσαν αὐτόν, καὶ ἀποϑανέτω.
Verse: 11    
καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύϑεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καϑὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ, καϑὰ γέγραπται ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλεν πρὸς αὐτούς.
Verse: 12    
ἐκάλεσαν νηστείαν καὶ ἐκάϑισαν τὸν Ναβουϑαι ἐν ἀρχῇ τοῦ λαοῦ,
Verse: 13    
καὶ ἦλϑον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάϑισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας ϑεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιϑοβόλησαν αὐτὸν λίϑοις, καὶ ἀπέϑανεν.
Verse: 14    
καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες Λελιϑοβόληται Ναβουϑαι καὶ τέϑνηκεν.
Verse: 15    
καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ, καὶ εἶπεν πρὸς Αχααβ ᾽Ανάστα κληρονόμει τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου, ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουϑαι ζῶν, ὅτι τέϑνηκεν.
Verse: 16    
καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέϑνηκεν Ναβουϑαι Ιεζραηλίτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου κληρονομῆσαι αὐτόν.
Verse: 17    
Καὶ εἶπεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
Verse: 18    
᾽Ανάστηϑι καὶ κατάβηϑι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ τοῦ ἐν Σαμαρείᾳ· ἰδοὺ οὗτος ἐν ἀμπελῶνι Ναβουϑαι, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν.
Verse: 19    
καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει κύριος ῾Ως σὺ ἐϕόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει κύριος ᾽Εν παντὶ τόπῳ, ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουϑαι, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.
Verse: 20    
καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ εὕρηκάς με, ἐχϑρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν.
Verse: 21    
τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεϑρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ·
Verse: 22    
καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ.
Verse: 23    
καὶ τῇ Ιεζαβελ ἐλάλησεν κύριος λέγων Οἱ κύνες καταϕάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ιεζραελ.
Verse: 24    
τὸν τεϑνηκότα τοῦ Αχααβ ἐν τῇ πόλει ϕάγονται οἱ κύνες, καὶ τὸν τεϑνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ ϕάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Verse: 25    
πλὴν ματαίως Αχααβ ὡς ἐπράϑη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, ὡς μετέϑηκεν αὐτὸν Ιεζαβελ γυνὴ αὐτοῦ·
Verse: 26    
καὶ ἐβδελύχϑη σϕόδρα πορεύεσϑαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἐποίησεν Αμορραῖος, ὃν ἐξωλέϑρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Verse: 27    
καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ἐπάταξεν Ναβουϑαι τὸν Ιεζραηλίτην,
Verse: 28    
καὶ ἐγένετο ῥῆμα κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου περὶ Αχααβ, καὶ εἶπεν κύριος
Verse: 29    
῾Εώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.