TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 303
Previous part

Chapter: 12 
Verse: 1    καὶ ἀπέστειλεν κύριος τὸν Ναϑαν τὸν προϕήτην πρὸς Δαυιδ, καὶ εἰσῆλϑεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης·
Verse: 2    
καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σϕόδρα,
Verse: 3    
καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέϑρεψεν αὐτήν, καὶ ἡδρύνϑη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσϑιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάϑευδεν καὶ ἦν αὐτῷ ὡς ϑυγάτηρ·
Verse: 4    
καὶ ἦλϑεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐϕείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλϑόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλϑόντι πρὸς αὐτόν.
Verse: 5    
καὶ ἐϑυμώϑη ὀργῇ Δαυιδ σϕόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυιδ πρὸς Ναϑαν Ζῇ κύριος, ὅτι υἱὸς ϑανάτου ἀνὴρ ποιήσας τοῦτο
Verse: 6    
καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνϑ' ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐϕείσατο.
Verse: 7    
καὶ εἶπεν Ναϑαν πρὸς Δαυιδ Σὺ εἶ ἀνὴρ ποιήσας τοῦτο· τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Εγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ
Verse: 8    
καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα· καὶ εἰ μικρόν ἐστιν, προσϑήσω σοι κατὰ ταῦτα.
Verse: 9    
τί ὅτι ἐϕαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομϕαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομϕαίᾳ υἱῶν Αμμων.
Verse: 10    
καὶ νῦν οὐκ ἀποστήσεται ῥομϕαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνϑ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.
Verse: 11    
τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ' ὀϕϑαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηϑήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·
Verse: 12    
ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου.
Verse: 13    
καὶ εἶπεν Δαυιδ τῷ Ναϑαν ῾Ημάρτηκα τῷ κυρίῳ. καὶ εἶπεν Ναϑαν πρὸς Δαυιδ Καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποϑάνῃς·
Verse: 14    
πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχϑροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε υἱός σου τεχϑείς σοι ϑανάτῳ ἀποϑανεῖται.
Verse: 15    
καὶ ἀπῆλϑεν Ναϑαν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἔϑραυσεν κύριος τὸ παιδίον, ἔτεκεν γυνὴ Ουριου τῷ Δαυιδ, καὶ ἠρρώστησεν.
Verse: 16    
καὶ ἐζήτησεν Δαυιδ τὸν ϑεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλϑεν καὶ ηὐλίσϑη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.
Verse: 17    
καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠϑέλησεν καὶ οὐ συνέϕαγεν αὐτοῖς ἄρτον.
Verse: 18    
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέϑανε τὸ παιδάριον· καὶ ἐϕοβήϑησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέϑνηκεν τὸ παιδάριον, ὅτι εἶπαν ᾽Ιδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς ϕωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέϑνηκεν τὸ παιδάριον; καὶ ποιήσει κακά.
Verse: 19    
καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιϑυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέϑνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέϑνηκεν τὸ παιδάριον; καὶ εἶπαν Τέϑνηκεν.
Verse: 20    
καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ ϑεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον ϕαγεῖν, καὶ παρέϑηκαν αὐτῷ ἄρτον, καὶ ἔϕαγεν.
Verse: 21    
καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ἐποίησας; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέϑανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔϕαγες ἄρτον καὶ πέπωκας.
Verse: 22    
καὶ εἶπεν Δαυιδ ᾽Εν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον;
Verse: 23    
καὶ νῦν τέϑνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.
Verse: 24    
καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλϑεν πρὸς αὐτὴν καὶ ἐκοιμήϑη μετ' αὐτῆς, καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμων, καὶ κύριος ἠγάπησεν αὐτόν.
Verse: 25    
καὶ ἀπέστειλεν ἐν χειρὶ Ναϑαν τοῦ προϕήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου.
Verse: 26    
Καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαϑ υἱῶν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.
Verse: 27    
καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν ᾽Επολέμησα ἐν Ραββαϑ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·
Verse: 28    
καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληϑῇ τὸ ὄνομά μου ἐπ' αὐτήν.
Verse: 29    
καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύϑη εἰς Ραββαϑ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.
Verse: 30    
καὶ ἔλαβεν τὸν στέϕανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεϕαλῆς αὐτοῦ, καὶ σταϑμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίϑου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεϕαλῆς Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σϕόδρα.
Verse: 31    
καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔϑηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινϑείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων. καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς λαὸς εἰς Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.