TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 305
Previous part

Chapter: 14 
Verse: 1    καὶ ἔγνω Ιωαβ υἱὸς Σαρουιας ὅτι καρδία τοῦ βασιλέως ἐπὶ Αβεσσαλωμ.
Verse: 2    
καὶ ἀπέστειλεν Ιωαβ εἰς Θεκωε καὶ ἔλαβεν ἐκεῖϑεν γυναῖκα σοϕὴν καὶ εἶπεν πρὸς αὐτήν Πένϑησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενϑικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενϑοῦσα ἐπὶ τεϑνηκότι τοῦτο ἡμέρας πολλὰς
Verse: 3    
καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ἔϑηκεν Ιωαβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
Verse: 4    
καὶ εἰσῆλϑεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον.
Verse: 5    
καὶ εἶπεν πρὸς αὐτὴν βασιλεύς Τί ἐστίν σοι; δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέϑανεν ἀνήρ μου.
Verse: 6    
καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμϕότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν εἷς τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐϑανάτωσεν αὐτόν.
Verse: 7    
καὶ ἰδοὺ ἐπανέστη ὅλη πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελϕὸν αὐτοῦ καὶ ϑανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελϕοῦ αὐτοῦ, οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνϑρακά μου τὸν καταλειϕϑέντα ὥστε μὴ ϑέσϑαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.
Verse: 8    
καὶ εἶπεν βασιλεύς ῾Υγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.
Verse: 9    
καὶ εἶπεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα ᾽Επ' ἐμέ, κύριέ μου βασιλεῦ, ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ βασιλεὺς καὶ ϑρόνος αὐτοῦ ἀϑῷος.
Verse: 10    
καὶ εἶπεν βασιλεύς Τίς λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσϑήσει ἔτι ἅψασϑαι αὐτοῦ.
Verse: 11    
καὶ εἶπεν Μνημονευσάτω δὴ βασιλεὺς τὸν κύριον ϑεὸν αὐτοῦ πληϑυνϑῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαϕϑεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.
Verse: 12    
καὶ εἶπεν γυνή Λαλησάτω δὴ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον.
Verse: 13    
καὶ εἶπεν γυνή ῞Ινα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν ϑεοῦ; ἐκ στόματος τοῦ βασιλέως λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ.
Verse: 14    
ὅτι ϑανάτῳ ἀποϑανούμεϑα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταϕερόμενον ἐπὶ τῆς γῆς, οὐ συναχϑήσεται· καὶ λήμψεται ϑεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ' αὐτοῦ ἐξωσμένον.
Verse: 15    
καὶ νῦν ἦλϑον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με λαός, καὶ ἐρεῖ δούλη σου Λαλησάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ·
Verse: 16    
ὅτι ἀκούσει βασιλεὺς ῥύσασϑαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας ϑεοῦ.
Verse: 17    
καὶ εἶπεν γυνή Εἴη δὴ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς ϑυσίαν, ὅτι καϑὼς ἄγγελος ϑεοῦ οὕτως κύριός μου βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαϑὸν καὶ τὸ πονηρόν, καὶ κύριος ϑεός σου ἔσται μετὰ σοῦ.
Verse: 18    
καὶ ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα, ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν γυνή Λαλησάτω δὴ κύριός μου βασιλεύς.
Verse: 19    
καὶ εἶπεν βασιλεύς Μὴ χεὶρ Ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν γυνὴ τῷ βασιλεῖ Ζῇ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν κύριός μου βασιλεύς, ὅτι δοῦλός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔϑετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους·
Verse: 20    
ἕνεκεν τοῦ περιελϑεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον, καὶ κύριός μου σοϕὸς καϑὼς σοϕία ἀγγέλου τοῦ ϑεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
Verse: 21    
καὶ εἶπεν βασιλεὺς πρὸς Ιωαβ ᾽Ιδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ.
Verse: 22    
καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀϕϑαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν κύριός μου βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
Verse: 23    
καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύϑη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ.
Verse: 24    
καὶ εἶπεν βασιλεύς ᾽Αποστραϕήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω. καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
Verse: 25    
καὶ ὡς Αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σϕόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυϕῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.
Verse: 26    
καὶ ἐν τῷ κείρεσϑαι αὐτὸν τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ' ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ' αὐτόν καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεϕαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.
Verse: 27    
καὶ ἐτέχϑησαν τῷ Αβεσσαλωμ τρεῖς υἱοὶ καὶ ϑυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημαρ· αὕτη ἦν γυνὴ καλὴ σϕόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοαμ υἱῷ Σαλωμων καὶ τίκτει αὐτῷ τὸν Αβια.
Verse: 28    
Καὶ ἐκάϑισεν Αβεσσαλωμ ἐν Ιερουσαλημ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
Verse: 29    
καὶ ἀπέστειλεν Αβεσσαλωμ πρὸς Ιωαβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠϑέλησεν ἐλϑεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠϑέλησεν παραγενέσϑαι.
Verse: 30    
καὶ εἶπεν Αβεσσαλωμ πρὸς τοὺς παῖδας αὐτοῦ ῎Ιδετε μερὶς ἐν ἀγρῷ τοῦ Ιωαβ ἐχόμενά μου, καὶ αὐτῷ κριϑαὶ ἐκεῖ, πορεύεσϑε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Αβεσσαλωμ. καὶ παραγίνονται οἱ δοῦλοι Ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν ᾽Ενεπύρισαν οἱ δοῦλοι Αβεσσαλωμ τὴν μερίδα ἐν πυρί.
Verse: 31    
καὶ ἀνέστη Ιωαβ καὶ ἦλϑεν πρὸς Αβεσσαλωμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν ῞Ινα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;
Verse: 32    
καὶ εἶπεν Αβεσσαλωμ πρὸς Ιωαβ ᾽Ιδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ῟Ηκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων ῞Ινα τί ἦλϑον ἐκ Γεδσουρ; ἀγαϑόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ ϑανάτωσόν με.
Verse: 33    
καὶ εἰσῆλϑεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσεν τὸν Αβεσσαλωμ, καὶ εἰσῆλϑεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεϕίλησεν βασιλεὺς τὸν Αβεσσαλωμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.