TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 347
Previous part

Chapter: 10 
Verse: 1    Καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιϑηνοὺς υἱῶν Αχααβ λέγων
Verse: 2    
Καὶ νῦν ὡς ἐὰν ἔλϑῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, μεϑ' ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεϑ' ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,
Verse: 3    
καὶ ὄψεσϑε τὸν ἀγαϑὸν καὶ τὸν εὐϑῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν ϑρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.
Verse: 4    
καὶ ἐϕοβήϑησαν σϕόδρα καὶ εἶπον ᾽Ιδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεϑα ἡμεῖς;
Verse: 5    
καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιϑηνοὶ πρὸς Ιου λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου ποιήσομεν.
Verse: 6    
καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς ϕωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεϕαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ὥρα αὔριον εἰς Ιεζραελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεϕον αὐτούς.
Verse: 7    
καὶ ἐγένετο ὡς ἦλϑεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσϕαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔϑηκαν τὰς κεϕαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ.
Verse: 8    
καὶ ἦλϑεν ἄγγελος καὶ ἀπήγγειλεν λέγων ῎Ηνεγκαν τὰς κεϕαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν ϑύραν τῆς πύλης εἰς πρωί.
Verse: 9    
καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλϑεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν Δίκαιοι ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράϕην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους;
Verse: 10    
ἴδετε αϕϕω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Αχααβ· καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου.
Verse: 11    
καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειϕϑέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα.
Verse: 12    
Καὶ ἀνέστη καὶ ἐπορεύϑη εἰς Σαμάρειαν. αὐτὸς ἐν Βαιϑακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ,
Verse: 13    
καὶ Ιου εὗρεν τοὺς ἀδελϕοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖς; καὶ εἶπον Οἱ ἀδελϕοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
Verse: 14    
καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ συνέλαβον αὐτοὺς ζῶντας. καὶ ἔσϕαξαν αὐτοὺς εἰς Βαιϑακαδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
Verse: 15    
καὶ ἐπορεύϑη ἐκεῖϑεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν Ιου Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐϑεῖα καϑὼς καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ιωναδαβ ῎Εστιν. καὶ εἶπεν Ιου Καὶ εἰ ἔστιν, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
Verse: 16    
καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ' ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ Σαβαωϑ· καὶ ἐπεκάϑισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
Verse: 17    
καὶ εἰσῆλϑεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειϕϑέντας τοῦ Αχααβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀϕανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν πρὸς Ηλιου.
Verse: 18    
Καὶ συνήϑροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα, καί γε Ιου δουλεύσει αὐτῷ πολλά·
Verse: 19    
καὶ νῦν, πάντες οἱ προϕῆται τοῦ Βααλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι ϑυσία μεγάλη μοι τῷ Βααλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ.
Verse: 20    
καὶ εἶπεν Ιου ῾Αγιάσατε ἱερείαν τῷ Βααλ· καὶ ἐκήρυξαν.
Verse: 21    
καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προϕῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσϑω, ὅτι ϑυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειϕϑῇ, οὐ ζήσεται. καὶ ἦλϑον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προϕῆται αὐτοῦ· οὐ κατελείϕϑη ἀνήρ, ὃς οὐ παρεγένετο. καὶ εἰσῆλϑον εἰς τὸν οἶκον τοῦ Βααλ, καὶ ἐπλήσϑη οἶκος τοῦ Βααλ στόμα εἰς στόμα.
Verse: 22    
καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσϑααλ ᾽Εξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ· καὶ ἐξήνεγκεν αὐτοῖς στολιστής.
Verse: 23    
καὶ εἰσῆλϑεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ ᾽Ερευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεϑ' ὑμῶν τῶν δούλων κυρίου, ὅτι ἀλλ' οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι.
Verse: 24    
καὶ εἰσῆλϑεν τοῦ ποιῆσαι τὰ ϑύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ᾽Ανήρ, ὃς ἐὰν διασωϑῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν, ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
Verse: 25    
καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελϑόντες πατάξατε αὐτούς, ἀνὴρ μὴ ἐξελϑάτω ἐξ αὐτῶν· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομϕαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύϑησαν ἕως πόλεως οἴκου τοῦ Βααλ.
Verse: 26    
καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βααλ καὶ ἐνέπρησαν αὐτήν.
Verse: 27    
καὶ κατέσπασαν τὰς στήλας τοῦ Βααλ καὶ καϑεῖλον τὸν οἶκον τοῦ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.
Verse: 28    
Καὶ ἠϕάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ·
Verse: 29    
πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισϑεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιϑηλ καὶ ἐν Δαν.
Verse: 30    
καὶ εἶπεν κύριος πρὸς Ιου ᾽Ανϑ' ὧν ὅσα ἠγάϑυνας ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς μου καὶ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου, ἐποίησας τῷ οἴκῳ Αχααβ, υἱοὶ τέταρτοι καϑήσονταί σοι ἐπὶ ϑρόνου Ισραηλ.
Verse: 31    
καὶ Ιου οὐκ ἐϕύλαξεν πορεύεσϑαι ἐν νόμῳ κυρίου ϑεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωϑεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 32    
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ
Verse: 33    
ἀπὸ τοῦ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου, πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ, ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν.
Verse: 34    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσα δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 35    
καὶ ἐκοιμήϑη Ιου μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 36    
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ, εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.