TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 348
Previous part

Chapter: 11 
Verse: 1    Καὶ Γοϑολια μήτηρ Οχοζιου εἶδεν ὅτι ἀπέϑανον οἱ υἱοὶ αὐτῆς, καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας.
Verse: 2    
καὶ ἔλαβεν Ιωσαβεε ϑυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελϕὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελϕοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν ϑανατουμένων, αὐτὸν καὶ τὴν τροϕὸν αὐτοῦ, ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοϑολιας, καὶ οὐκ ἐϑανατώϑη.
Verse: 3    
καὶ ἦν μετ' αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη· καὶ Γοϑολια βασιλεύουσα ἐπὶ τῆς γῆς.
Verse: 4    
καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαε ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Χορρι καὶ τὸν Ρασιμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέϑετο αὐτοῖς διαϑήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου, καὶ ἔδειξεν αὐτοῖς Ιωδαε τὸν υἱὸν τοῦ βασιλέως
Verse: 5    
καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὗτος λόγος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσελϑέτω τὸ σάββατον καὶ ϕυλάξετε ϕυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
Verse: 6    
καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ ϕυλάξετε τὴν ϕυλακὴν τοῦ οἴκου·
Verse: 7    
καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ἐκπορευόμενος τὸ σάββατον, καὶ ϕυλάξουσιν τὴν ϕυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα·
Verse: 8    
καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ εἰσπορευόμενος εἰς τὰ σαδηρωϑ ἀποϑανεῖται. καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσϑαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσϑαι αὐτόν.
Verse: 9    
καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο Ιωδαε συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλϑεν πρὸς Ιωδαε τὸν ἱερέα.
Verse: 10    
καὶ ἔδωκεν ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου.
Verse: 11    
καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ ϑυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.
Verse: 12    
καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν Ζήτω βασιλεύς.
Verse: 13    
καὶ ἤκουσεν Γοϑολια τὴν ϕωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλϑεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου.
Verse: 14    
καὶ εἶδεν καὶ ἰδοὺ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν· καὶ διέρρηξεν Γοϑολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν Σύνδεσμος σύνδεσμος.
Verse: 15    
καὶ ἐνετείλατο Ιωδαε ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ᾽Εξαγάγετε αὐτὴν ἔσωϑεν τῶν σαδηρωϑ, καὶ εἰσπορευόμενος ὀπίσω αὐτῆς ϑανάτῳ ϑανατωϑήσεται ῥομϕαίᾳ· ὅτι εἶπεν ἱερεύς Καὶ μὴ ἀποϑάνῃ ἐν οἴκῳ κυρίου.
Verse: 16    
καὶ ἐπέϑηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλϑεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέϑανεν ἐκεῖ.
Verse: 17    
καὶ διέϑετο Ιωδαε διαϑήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.
Verse: 18    
καὶ εἰσῆλϑεν πᾶς λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ ϑυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαϑῶς καὶ τὸν Ματϑαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν ϑυσιαστηρίων, καὶ ἔϑηκεν ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου.
Verse: 19    
καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου, καὶ εἰσῆλϑεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάϑισαν αὐτὸν ἐπὶ τοῦ ϑρόνου τῶν βασιλέων.
Verse: 20    
καὶ ἐχάρη πᾶς λαὸς τῆς γῆς, καὶ πόλις ἡσύχασεν· καὶ τὴν Γοϑολιαν ἐϑανάτωσαν ἐν ῥομϕαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.