TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 352
Previous part

Chapter: 15 
Verse: 1    ᾽Εν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ιεροβοαμ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου βασιλέως Ιουδα.
Verse: 2    
υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἐξ Ιερουσαλημ.
Verse: 3    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Αμεσσιας πατὴρ αὐτοῦ·
Verse: 4    
πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς.
Verse: 5    
καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας ϑανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ αϕϕουσωϑ, καὶ Ιωαϑαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.
Verse: 6    
καὶ τὰ λοιπὰ τῶν λόγων Αζαριου καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 7    
καὶ ἐκοιμήϑη Αζαριας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωαϑαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 8    
᾽Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Αζαρια βασιλεῖ Ιουδα ἐβασίλευσεν Ζαχαριας υἱὸς Ιεροβοαμ ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑξάμηνον.
Verse: 9    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, καϑὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 10    
καὶ συνεστράϕησαν ἐπ' αὐτὸν Σελλουμ υἱὸς Ιαβις καὶ Κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐϑανάτωσαν αὐτόν, καὶ Σελλουμ ἐβασίλευσεν ἀντ' αὐτοῦ.
Verse: 11    
καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ.
Verse: 12    
λόγος κυρίου, ὃν ἐλάλησεν πρὸς Ιου λέγων Υἱοὶ τέταρτοι καϑήσονταί σοι ἐπὶ ϑρόνου Ισραηλ· καὶ ἐγένετο οὕτως.
Verse: 13    
Καὶ Σελλουμ υἱὸς Ιαβις ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρια βασιλεῖ Ιουδα ἐβασίλευσεν Σελλουμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ.
Verse: 14    
καὶ ἀνέβη Μαναημ υἱὸς Γαδδι ἐκ Θαρσιλα καὶ ἦλϑεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλουμ υἱὸν Ιαβις ἐν Σαμαρείᾳ καὶ ἐϑανάτωσεν αὐτόν.
Verse: 15    
καὶ τὰ λοιπὰ τῶν λόγων Σελλουμ καὶ συστροϕὴ αὐτοῦ, ἣν συνεστράϕη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ.
Verse: 16    
τότε ἐπάταξεν Μαναημ τὴν Θερσα καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσα, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.
Verse: 17    
᾽Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρια βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν Μαναημ υἱὸς Γαδδι ἐπὶ Ισραηλ δέκα ἔτη ἐν Σαμαρείᾳ.
Verse: 18    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 19    
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουλ βασιλεὺς ᾽Ασσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναημ ἔδωκεν τῷ Φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ' αὐτοῦ.
Verse: 20    
καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν ᾽Ασσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς ᾽Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.
Verse: 21    
καὶ τὰ λοιπὰ τῶν λόγων Μαναημ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 22    
καὶ ἐκοιμήϑη Μαναημ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεϊας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 23    
᾽Εν ἔτει πεντηκοστῷ τοῦ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεϊας υἱὸς Μαναημ ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ δύο ἔτη.
Verse: 24    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 25    
καὶ συνεστράϕη ἐπ' αὐτὸν Φακεε υἱὸς Ρομελιου τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Αργοβ καὶ μετὰ τοῦ Αρια, καὶ μετ' αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ.
Verse: 26    
καὶ τὰ λοιπὰ τῶν λόγων Φακεϊου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ.
Verse: 27    
᾽Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεε υἱὸς Ρομελιου ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη.
Verse: 28    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 29    
ἐν ταῖς ἡμέραις Φακεε βασιλέως Ισραηλ ἦλϑεν Θαγλαϑϕελλασαρ βασιλεὺς ᾽Ασσυρίων καὶ ἔλαβεν τὴν Αιν καὶ τὴν Αβελβαιϑαμααχα καὶ τὴν Ιανωχ καὶ τὴν Κενεζ καὶ τὴν Ασωρ καὶ τὴν Γαλααδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεϕϑαλι, καὶ ἀπῴκισεν αὐτοὺς εἰς ᾽Ασσυρίους.
Verse: 30    
καὶ συνέστρεψεν σύστρεμμα Ωσηε υἱὸς Ηλα ἐπὶ Φακεε υἱὸν Ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ιωαϑαμ υἱοῦ Αζαριου.
Verse: 31    
καὶ τὰ λοιπὰ τῶν λόγων Φακεε καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ.
Verse: 32    
᾽Εν ἔτει δευτέρῳ Φακεε υἱοῦ Ρομελιου βασιλέως Ισραηλ ἐβασίλευσεν Ιωαϑαμ υἱὸς Αζαριου βασιλέως Ιουδα.
Verse: 33    
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσα ϑυγάτηρ Σαδωκ.
Verse: 34    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Οζιας πατὴρ αὐτοῦ·
Verse: 35    
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω.
Verse: 36    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαϑαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 37    
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν Ιουδα τὸν Ραασσων βασιλέα Συρίας καὶ τὸν Φακεε υἱὸν Ρομελιου.
Verse: 38    
καὶ ἐκοιμήϑη Ιωαϑαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.