TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 353
Previous part

Chapter: 16 
Verse: 1    ᾽Εν ἔτει ἑπτακαιδεκάτῳ Φακεε υἱοῦ Ρομελιου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωαϑαμ βασιλέως Ιουδα.
Verse: 2    
υἱὸς εἴκοσι ἐτῶν ἦν Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ οὐκ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου ϑεοῦ αὐτοῦ πιστῶς ὡς Δαυιδ πατὴρ αὐτοῦ
Verse: 3    
καὶ ἐπορεύϑη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ βασιλέως Ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ,
Verse: 4    
καὶ ἐϑυσίαζεν καὶ ἐϑυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
Verse: 5    
τότε ἀνέβη Ραασσων βασιλεὺς Συρίας καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ εἰς Ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν.
Verse: 6    
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν Ραασσων βασιλεὺς Συρίας τὴν Αιλαϑ τῇ Συρίᾳ καὶ ἐξέβαλεν τοὺς Ιουδαίους ἐξ Αιλαϑ, καὶ Ιδουμαῖοι ἦλϑον εἰς Αιλαϑ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 7    
καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαϑϕελλασαρ βασιλέα ᾽Ασσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηϑι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραηλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ.
Verse: 8    
καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεϑὲν ἐν ϑησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα.
Verse: 9    
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς ᾽Ασσυρίων, καὶ ἀνέβη βασιλεὺς ᾽Ασσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσων ἐϑανάτωσεν.
Verse: 10    
καὶ ἐπορεύϑη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τῷ Θαγλαϑϕελλασαρ βασιλεῖ ᾽Ασσυρίων εἰς Δαμασκόν. καὶ εἶδεν τὸ ϑυσιαστήριον ἐν Δαμασκῷ, καὶ ἀπέστειλεν βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ ϑυσιαστηρίου καὶ τὸν ῥυϑμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ·
Verse: 11    
καὶ ᾠκοδόμησεν Ουριας ἱερεὺς τὸ ϑυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν βασιλεὺς Αχαζ ἐκ Δαμασκοῦ.
Verse: 12    
καὶ εἶδεν βασιλεὺς τὸ ϑυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ
Verse: 13    
καὶ ἐϑυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν ϑυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 14    
καὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ ϑυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ ϑυσιαστηρίου κατὰ βορρᾶν.
Verse: 15    
καὶ ἐνετείλατο βασιλεὺς Αχαζ τῷ Ουρια τῷ ἱερεῖ λέγων ᾽Επὶ τὸ ϑυσιαστήριον τὸ μέγα πρόσϕερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν ϑυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν ϑυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν ϑυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα ϑυσίας ἐπ' αὐτὸ προσχεεῖς· καὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί.
Verse: 16    
καὶ ἐποίησεν Ουριας ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ βασιλεὺς Αχαζ.
Verse: 17    
καὶ συνέκοψεν βασιλεὺς Αχαζ τὰ συγκλείσματα τῶν μεχωνωϑ καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα καὶ τὴν ϑάλασσαν καϑεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιϑίνην.
Verse: 18    
καὶ τὸν ϑεμέλιον τῆς καϑέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως ᾽Ασσυρίων.
Verse: 19    
καὶ τὰ λοιπὰ τῶν λόγων Αχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 20    
καὶ ἐκοιμήϑη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.