TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 354
Previous part

Chapter: 17 
Verse: 1    ᾽Εν ἔτει δωδεκάτῳ τῷ Αχαζ βασιλεῖ Ιουδα ἐβασίλευσεν Ωσηε υἱὸς Ηλα ἐν Σαμαρείᾳ ἐπὶ Ισραηλ ἐννέα ἔτη.
Verse: 2    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ισραηλ, οἳ ἦσαν ἔμπροσϑεν αὐτοῦ.
Verse: 3    
ἐπ' αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς ᾽Ασσυρίων, καὶ ἐγενήϑη αὐτῷ Ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα.
Verse: 4    
καὶ εὗρεν βασιλεὺς ᾽Ασσυρίων ἐν τῷ Ωσηε ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ ᾽Ασσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν βασιλεὺς ᾽Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ ϕυλακῆς.
Verse: 5    
καὶ ἀνέβη βασιλεὺς ᾽Ασσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη.
Verse: 6    
ἐν ἔτει ἐνάτῳ Ωσηε συνέλαβεν βασιλεὺς ᾽Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν τὸν Ισραηλ εἰς ᾽Ασσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ, ποταμοῖς Γωζαν, καὶ Ορη Μήδων.
Verse: 7    
καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ ϑεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωϑεν χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐϕοβήϑησαν ϑεοὺς ἑτέρους
Verse: 8    
καὶ ἐπορεύϑησαν τοῖς δικαιώμασιν τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ οἱ βασιλεῖς Ισραηλ, ὅσοι ἐποίησαν,
Verse: 9    
καὶ ὅσοι ἠμϕιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου ϑεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου ϕυλασσόντων ἕως πόλεως ὀχυρᾶς
Verse: 10    
καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
Verse: 11    
καὶ ἐϑυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καϑὼς τὰ ἔϑνη, ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον
Verse: 12    
καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπεν κύριος αὐτοῖς Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο κυρίῳ.
Verse: 13    
καὶ διεμαρτύρατο κύριος ἐν τῷ Ισραηλ καὶ ἐν τῷ Ιουδα ἐν χειρὶ πάντων τῶν προϕητῶν αὐτοῦ, παντὸς ὁρῶντος, λέγων ᾽Αποστράϕητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ϕυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προϕητῶν.
Verse: 14    
καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν
Verse: 15    
καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐϕύλαξαν καὶ ἐπορεύϑησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώϑησαν καὶ ὀπίσω τῶν ἐϑνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα·
Verse: 16    
ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου ϑεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα, δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βααλ
Verse: 17    
καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράϑησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου παροργίσαι αὐτόν.
Verse: 18    
καὶ ἐϑυμώϑη κύριος σϕόδρα ἐν τῷ Ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείϕϑη πλὴν ϕυλὴ Ιουδα μονωτάτη.
Verse: 19    
καί γε Ιουδας οὐκ ἐϕύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ αὐτῶν καὶ ἐπορεύϑησαν ἐν τοῖς δικαιώμασιν Ισραηλ, οἷς ἐποίησαν,
Verse: 20    
καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ισραηλ, καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.
Verse: 21    
ὅτι πλὴν Ισραηλ ἐπάνωϑεν οἴκου Δαυιδ καὶ ἐβασίλευσαν τὸν Ιεροβοαμ υἱὸν Ναβατ, καὶ ἐξέωσεν Ιεροβοαμ τὸν Ισραηλ ἐξόπισϑεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην·
Verse: 22    
καὶ ἐπορεύϑησαν οἱ υἱοὶ Ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ Ιεροβοαμ, ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ' αὐτῆς,
Verse: 23    
ἕως οὗ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτοῦ, καϑὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προϕητῶν, καὶ ἀπῳκίσϑη Ισραηλ ἐπάνωϑεν τῆς γῆς αὐτοῦ εἰς ᾽Ασσυρίους ἕως τῆς ἡμέρας ταύτης.
Verse: 24    
Καὶ ἤγαγεν βασιλεὺς ᾽Ασσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνϑα καὶ ἀπὸ Αια καὶ ἀπὸ Αιμαϑ καὶ Σεπϕαρουαιν, καὶ κατῳκίσϑησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τῶν υἱῶν Ισραηλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς.
Verse: 25    
καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καϑέδρας αὐτῶν οὐκ ἐϕοβήϑησαν τὸν κύριον, καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς.
Verse: 26    
καὶ εἶπον τῷ βασιλεῖ ᾽Ασσυρίων λέγοντες Τὰ ἔϑνη, ἀπῴκισας καὶ ἀντεκάϑισας ἐν πόλεσιν Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσιν ϑανατοῦντες αὐτούς, καϑότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς.
Verse: 27    
καὶ ἐνετείλατο βασιλεὺς ᾽Ασσυρίων λέγων ᾽Απάγετε ἐκεῖϑεν καὶ πορευέσϑωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ ϕωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς.
Verse: 28    
καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάϑισεν ἐν Βαιϑηλ καὶ ἦν ϕωτίζων αὐτοὺς πῶς ϕοβηϑῶσιν τὸν κύριον.
Verse: 29    
καὶ ἦσαν ποιοῦντες ἔϑνη ἔϑνη ϑεοὺς αὐτῶν καὶ ἔϑηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρῖται, ἔϑνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν ἐν αὐταῖς·
Verse: 30    
καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σοκχωϑβαινιϑ, καὶ οἱ ἄνδρες Χουϑ ἐποίησαν τὴν Νηριγελ, καὶ οἱ ἄνδρες Αιμαϑ ἐποίησαν τὴν Ασιμαϑ,
Verse: 31    
καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρϑακ, καὶ οἱ Σεπϕαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ ϑεοῖς Σεπϕαρουαιν.
Verse: 32    
καὶ ἦσαν ϕοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἐποίησαν ἐν Σαμαρείᾳ, ἔϑνος ἔϑνος ἐν πόλει ἐν κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν ϕοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν.
Verse: 33    
τὸν κύριον ἐϕοβοῦντο καὶ τοῖς ϑεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐϑνῶν, ὅϑεν ἀπῴκισεν αὐτοὺς ἐκεῖϑεν.
Verse: 34    
ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ ϕοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς Ιακωβ, οὗ ἔϑηκεν τὸ ὄνομα αὐτοῦ Ισραηλ,
Verse: 35    
καὶ διέϑετο κύριος μετ' αὐτῶν διαϑήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ ϑυσιάσετε αὐτοῖς,
Verse: 36    
ὅτι ἀλλ' τῷ κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν ϕοβηϑήσεσϑε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ ϑύσετε
Verse: 37    
καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν, ϕυλάσσεσϑε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους·
Verse: 38    
καὶ τὴν διαϑήκην, ἣν διέϑετο μεϑ' ὑμῶν, οὐκ ἐπιλήσεσϑε καὶ οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους,
Verse: 39    
ὅτι ἀλλ' τὸν κύριον ϑεὸν ὑμῶν ϕοβηϑήσεσϑε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχϑρῶν ὑμῶν·
Verse: 40    
καὶ οὐκ ἀκούσεσϑε ἐπὶ τῷ κρίματι αὐτῶν, αὐτοὶ ποιοῦσιν.
Verse: 41    
καὶ ἦσαν τὰ ἔϑνη ταῦτα ϕοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καϑὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.