TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 356
Previous part

Chapter: 19 
Verse: 1    καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Εζεκιας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλϑεν εἰς οἶκον κυρίου.
Verse: 2    
καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προϕήτην υἱὸν Αμως,
Verse: 3    
καὶ εἶπον πρὸς αὐτόν Τάδε λέγει Εζεκιας ῾Ημέρα ϑλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡμέρα αὕτη, ὅτι ἦλϑον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ·
Verse: 4    
εἴ πως εἰσακούσεται κύριος ϑεός σου πάντας τοὺς λόγους Ραψακου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς ᾽Ασσυρίων κύριος αὐτοῦ ὀνειδίζειν ϑεὸν ζῶντα καὶ βλασϕημεῖν ἐν λόγοις, οἷς ἤκουσεν κύριος ϑεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου.
Verse: 5    
καὶ ἦλϑον οἱ παῖδες τοῦ βασιλέως Εζεκιου πρὸς Ησαιαν,
Verse: 6    
καὶ εἶπεν αὐτοῖς Ησαιας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ ϕοβηϑῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασϕήμησαν τὰ παιδάρια βασιλέως ᾽Ασσυρίων·
Verse: 7    
ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραϕήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ῥομϕαίᾳ ἐν τῇ γῇ αὐτοῦ.
Verse: 8    
Καὶ ἐπέστρεψεν Ραψακης καὶ εὗρεν τὸν βασιλέα ᾽Ασσυρίων πολεμοῦντα ἐπὶ Λομνα, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχις·
Verse: 9    
καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰϑιόπων λέγων ᾽Ιδοὺ ἐξῆλϑεν πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
Verse: 10    
Μὴ ἐπαιρέτω σε ϑεός σου, ἐϕ' σὺ πέποιϑας ἐπ' αὐτῷ λέγων Οὐ μὴ παραδοϑῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως ᾽Ασσυρίων.
Verse: 11    
ἰδοὺ σὺ ἤκουσας πάντα, ὅσα ἐποίησαν βασιλεῖς ᾽Ασσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναϑεματίσαι αὐτάς· καὶ σὺ ῥυσϑήσῃ;
Verse: 12    
μὴ ἐξείλαντο αὐτοὺς οἱ ϑεοὶ τῶν ἐϑνῶν, οὓς διέϕϑειραν οἱ πατέρες μου, τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραϕες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσϑεν;
Verse: 13    
ποῦ ἐστιν βασιλεὺς Αιμαϑ καὶ βασιλεὺς Αρϕαδ; καὶ ποῦ ἐστιν Σεπϕαρουαιν, Ανα καὶ Αυα;
Verse: 14    
καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου
Verse: 15    
καὶ εἶπεν Κύριε ϑεὸς Ισραηλ καϑήμενος ἐπὶ τῶν χερουβιν, σὺ εἶ ϑεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 16    
κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, κύριε, τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ, οὓς ἀπέστειλεν ὀνειδίζειν ϑεὸν ζῶντα.
Verse: 17    
ὅτι ἀληϑείᾳ, κύριε, ἠρήμωσαν βασιλεῖς ᾽Ασσυρίων τὰ ἔϑνη
Verse: 18    
καὶ ἔδωκαν τοὺς ϑεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ ϑεοί εἰσιν, ἀλλ' ἔργα χειρῶν ἀνϑρώπων, ξύλα καὶ λίϑοι, καὶ ἀπώλεσαν αὐτούς.
Verse: 19    
καὶ νῦν, κύριε ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ϑεὸς μόνος.
Verse: 20    
Καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων Τάδε λέγει κύριος ϑεὸς τῶν δυνάμεων ϑεὸς Ισραηλ ῝Α προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως ᾽Ασσυρίων, ἤκουσα.
Verse: 21    
οὗτος λόγος, ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ᾽Εξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρϑένος ϑυγάτηρ Σιων, ἐπὶ σοὶ κεϕαλὴν αὐτῆς ἐκίνησεν ϑυγάτηρ Ιερουσαλημ.
Verse: 22    
τίνα ὠνείδισας καὶ ἐβλασϕήμησας; καὶ ἐπὶ τίνα ὕψωσας ϕωνήν; καὶ ἦρας εἰς ὕψος τοὺς ὀϕϑαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ.
Verse: 23    
ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ᾽Εν τῷ πλήϑει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεϑος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλϑον εἰς μελον τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ.
Verse: 24    
ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.
Verse: 25    
ἔπλασα αὐτήν, νῦν ἤγαγον αὐτήν, καὶ ἐγενήϑη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς.
Verse: 26    
καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσϑένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνϑησαν, ἐγένοντο χόρτος ἀγροῦ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος.
Verse: 27    
καὶ τὴν καϑέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν ϑυμόν σου ἐπ' ἐμέ.
Verse: 28    
διὰ τὸ ὀργισϑῆναί σε ἐπ' ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ ϑήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ἦλϑες ἐν αὐτῇ.
Verse: 29    
καὶ τοῦτό σοι τὸ σημεῖον· ϕάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ ϕυτεία ἀμπελώνων, καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν.
Verse: 30    
καὶ προσϑήσει τὸ διασεσῳσμένον οἴκου Ιουδα τὸ ὑπολειϕϑὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω.
Verse: 31    
ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιων· ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο.
Verse: 32    
οὐχ οὕτως· τάδε λέγει κύριος πρὸς βασιλέα ᾽Ασσυρίων Οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προϕϑάσει αὐτὴν ϑυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα·
Verse: 33    
τῇ ὁδῷ, ἦλϑεν, ἐν αὐτῇ ἀποστραϕήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει κύριος.
Verse: 34    
καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου.
Verse: 35    
Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλϑεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν ᾽Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρϑρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά.
Verse: 36    
καὶ ἀπῆρεν καὶ ἐπορεύϑη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς ᾽Ασσυρίων καὶ ᾤκησεν ἐν Νινευη.
Verse: 37    
καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσεραχ ϑεοῦ αὐτοῦ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώϑησαν εἰς γῆν Αραρατ· καὶ ἐβασίλευσεν Ασορδαν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.