TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 357
Previous part

Chapter: 20 
Verse: 1    ᾽Εν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς ϑάνατον. καὶ εἰσῆλϑεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως προϕήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος ῎Εντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποϑνῄσκεις σὺ καὶ οὐ ζήσῃ.
Verse: 2    
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
Verse: 3    
῏Ω δή, κύριε, μνήσϑητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληϑείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Εζεκιας κλαυϑμῷ μεγάλῳ.
Verse: 4    
καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
Verse: 5    
᾽Επίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει κύριος ϑεὸς Δαυιδ τοῦ πατρός σου ῎Ηκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου,
Verse: 6    
καὶ προσϑήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως ᾽Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου.
Verse: 7    
καὶ εἶπεν Λαβέτωσαν παλάϑην σύκων καὶ ἐπιϑέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
Verse: 8    
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
Verse: 9    
καὶ εἶπεν Ησαιας Τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον, ὃν ἐλάλησεν· πορεύσεται σκιὰ δέκα βαϑμούς, ἐὰν ἐπιστρέϕῃ δέκα βαϑμούς.
Verse: 10    
καὶ εἶπεν Εζεκιας Κοῦϕον τὴν σκιὰν κλῖναι δέκα βαϑμούς· οὐχί, ἀλλ' ἐπιστραϕήτω σκιὰ δέκα βαϑμοὺς εἰς τὰ ὀπίσω.
Verse: 11    
καὶ ἐβόησεν Ησαιας προϕήτης πρὸς κύριον, καὶ ἐπέστρεψεν σκιὰ ἐν τοῖς ἀναβαϑμοῖς εἰς τὰ ὀπίσω δέκα βαϑμούς.
Verse: 12    
᾽Εν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας.
Verse: 13    
καὶ ἐχάρη ἐπ' αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωϑα, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαϑόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέϑη ἐν τοῖς ϑησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
Verse: 14    
καὶ εἰσῆλϑεν Ησαιας προϕήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόϑεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας ᾽Εκ γῆς πόρρωϑεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος.
Verse: 15    
καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Πάντα, ὅσα ἐν τῷ οἴκῳ μου, εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς ϑησαυροῖς μου.
Verse: 16    
καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν ῎Ακουσον λόγον κυρίου
Verse: 17    
᾽Ιδοὺ ἡμέραι ἔρχονται καὶ λημϕϑήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐϑησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειϕϑήσεται ῥῆμα, εἶπεν κύριος·
Verse: 18    
καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις, λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.
Verse: 19    
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ᾽Αγαϑὸς λόγος κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
Verse: 20    
Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 21    
καὶ ἐκοιμήϑη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.