TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 358
Previous part

Chapter: 21 
Verse: 1    Υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα.
Verse: 2    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ,
Verse: 3    
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, κατέσπασεν Εζεκιας πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν ϑυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση, καϑὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς
Verse: 4    
καὶ ᾠκοδόμησεν ϑυσιαστήριον ἐν οἴκῳ κυρίου, ὡς εἶπεν ᾽Εν Ιερουσαλημ ϑήσω τὸ ὄνομά μου,
Verse: 5    
καὶ ᾠκοδόμησεν ϑυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου
Verse: 6    
καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν ϑελητὴν καὶ γνώστας· ἐπλήϑυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου παροργίσαι αὐτόν.
Verse: 7    
καὶ ἔϑηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, εἶπεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτοῦ ᾽Εν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ιερουσαλημ, ἐξελεξάμην ἐκ πασῶν ϕυλῶν Ισραηλ, καὶ ϑήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα
Verse: 8    
καὶ οὐ προσϑήσω τοῦ σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες ϕυλάξουσιν πάντα, ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς δοῦλός μου Μωυσῆς.
Verse: 9    
καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου ὑπὲρ τὰ ἔϑνη, ἠϕάνισεν κύριος ἐκ προσώπου υἱῶν Ισραηλ.
Verse: 10    
καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προϕητῶν λέγων
Verse: 11    
᾽Ανϑ' ὧν ὅσα ἐποίησεν Μανασσης βασιλεὺς Ιουδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν Αμορραῖος ἔμπροσϑεν, καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοῖς εἰδώλοις αὐτῶν,
Verse: 12    
οὐχ οὕτως, τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Ιδοὺ ἐγὼ ϕέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ,
Verse: 13    
καὶ ἐκτενῶ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάϑμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ, καϑὼς ἀπαλείϕεται ἀλάβαστρος ἀπαλειϕόμενος καὶ καταστρέϕεται ἐπὶ πρόσωπον αὐτοῦ,
Verse: 14    
καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχϑρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχϑροῖς αὐτῶν,
Verse: 15    
ἀνϑ' ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 16    
καί γε αἷμα ἀϑῷον ἐξέχεεν Μανασσης πολὺ σϕόδρα, ἕως οὗ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα, πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτεν τὸν Ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου.
Verse: 17    
καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ πάντα, ὅσα ἐποίησεν, καὶ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 18    
καὶ ἐκοιμήϑη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπῳ Οζα, καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 19    
Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλαμ ϑυγάτηρ Αρους ἐξ Ιετεβα.
Verse: 20    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, καϑὼς ἐποίησεν Μανασσης πατὴρ αὐτοῦ,
Verse: 21    
καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ, ἐπορεύϑη πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς
Verse: 22    
καὶ ἐγκατέλιπεν τὸν κύριον ϑεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύϑη ἐν ὁδῷ κυρίου.
Verse: 23    
καὶ συνεστράϕησαν οἱ παῖδες Αμων πρὸς αὐτὸν καὶ ἐϑανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 24    
καὶ ἐπάταξεν πᾶς λαὸς τῆς γῆς πάντας τοὺς συστραϕέντας ἐπὶ τὸν βασιλέα Αμων, καὶ ἐβασίλευσεν λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 25    
καὶ τὰ λοιπὰ τῶν λόγων Αμων, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 26    
καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν τῷ κήπῳ Οζα, καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.