TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 359
Previous part

Chapter: 22 
Verse: 1    Υἱὸς ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεδιδα ϑυγάτηρ Εδεϊα ἐκ Βασουρωϑ.
Verse: 2    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ ἀριστερά.
Verse: 3    
Καὶ ἐγενήϑη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν βασιλεὺς τὸν Σαϕϕαν υἱὸν Εσελιου υἱοῦ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
Verse: 4    
᾽Ανάβηϑι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σϕράγισον τὸ ἀργύριον τὸ εἰσενεχϑὲν ἐν οἴκῳ κυρίου, συνήγαγον οἱ ϕυλάσσοντες τὸν σταϑμὸν παρὰ τοῦ λαοῦ,
Verse: 5    
καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καϑεσταμένων ἐν οἴκῳ κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ κυρίου τοῦ κατισχῦσαι τὸ βεδεκ τοῦ οἴκου,
Verse: 6    
τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασϑαι ξύλα καὶ λίϑους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βεδεκ τοῦ οἴκου·
Verse: 7    
πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν.
Verse: 8    
καὶ εἶπεν Χελκιας ἱερεὺς μέγας πρὸς Σαϕϕαν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου· καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαϕϕαν, καὶ ἀνέγνω αὐτό.
Verse: 9    
καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν ᾽Εχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καϑεσταμένων ἐν οἴκῳ κυρίου.
Verse: 10    
καὶ εἶπεν Σαϕϕαν γραμματεὺς πρὸς τὸν βασιλέα λέγων Βιβλίον ἔδωκέν μοι Χελκιας ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαϕϕαν ἐνώπιον τοῦ βασιλέως.
Verse: 11    
καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ.
Verse: 12    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ καὶ τῷ Αχικαμ υἱῷ Σαϕϕαν καὶ τῷ Αχοβωρ υἱῷ Μιχαιου καὶ τῷ Σαϕϕαν τῷ γραμματεῖ καὶ τῷ Ασαια δούλῳ τοῦ βασιλέως λέγων
Verse: 13    
Δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεϑέντος τούτου, ὅτι μεγάλη ὀργὴ κυρίου ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καϑ' ἡμῶν.
Verse: 14    
καὶ ἐπορεύϑη Χελκιας ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαϕϕαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προϕῆτιν γυναῖκα Σελλημ υἱοῦ Θεκουε υἱοῦ Αραας τοῦ ἱματιοϕύλακος, καὶ αὐτὴ κατῴκει ἐν Ιερουσαλημ ἐν τῇ μασενα, καὶ ἐλάλησαν πρὸς αὐτήν.
Verse: 15    
καὶ εἶπεν αὐτοῖς Τάδε λέγει κύριος ϑεὸς Ισραηλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
Verse: 16    
Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς Ιουδα,
Verse: 17    
ἀνϑ' ὧν ἐγκατέλιπόν με καὶ ἐϑυμίων ϑεοῖς ἑτέροις, ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυϑήσεται ϑυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσϑήσεται.
Verse: 18    
καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν Τάδε λέγει κύριος ϑεὸς Ισραηλ Οἱ λόγοι, οὓς ἤκουσας,
Verse: 19    
ἀνϑ' ὧν ὅτι ἡπαλύνϑη καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀϕανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ, καί γε ἐγὼ ἤκουσα, λέγει κύριος.
Verse: 20    
οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίϑημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχϑήσῃ εἰς τὸν τάϕον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀϕϑήσεται ἐν τοῖς ὀϕϑαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.