TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 360
Previous part

Chapter: 23 
Verse: 1    Καὶ ἀπέστειλεν βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ.
Verse: 2    
καὶ ἀνέβη βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ' αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προϕῆται καὶ πᾶς λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαϑήκης τοῦ εὑρεϑέντος ἐν οἴκῳ κυρίου.
Verse: 3    
καὶ ἔστη βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέϑετο διαϑήκην ἐνώπιον κυρίου τοῦ πορεύεσϑαι ὀπίσω κυρίου καὶ τοῦ ϕυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαϑήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς λαὸς ἐν τῇ διαϑήκῃ.
Verse: 4    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς ϕυλάσσουσιν τὸν σταϑμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωϑ Κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιϑηλ.
Verse: 5    
καὶ κατέπαυσεν τοὺς χωμαριμ, οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ, καὶ τοὺς ϑυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωϑ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.
Verse: 6    
καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωϑεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάϕον τῶν υἱῶν τοῦ λαοῦ.
Verse: 7    
καὶ καϑεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου, οὗ αἱ γυναῖκες ὕϕαινον ἐκεῖ χεττιιν τῷ ἄλσει.
Verse: 8    
καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά, οὗ ἐϑυμίασαν ἐκεῖ οἱ ἱερεῖς, ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε. καὶ καϑεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν ϑύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.
Verse: 9    
πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ ϑυσιαστήριον κυρίου ἐν Ιερουσαλημ, ὅτι εἰ μὴ ἔϕαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτῶν.
Verse: 10    
καὶ ἐμίανεν τὸν Ταϕεϑ τὸν ἐν ϕάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν ϑυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί.
Verse: 11    
καὶ κατέπαυσεν τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοϕυλάκιον Ναϑαν βασιλέως τοῦ εὐνούχου ἐν ϕαρουριμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί.
Verse: 12    
καὶ τὰ ϑυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ, ἐποίησαν βασιλεῖς Ιουδα, καὶ τὰ ϑυσιαστήρια, ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ καϑεῖλεν βασιλεὺς καὶ κατέσπασεν ἐκεῖϑεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων.
Verse: 13    
καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοαϑ, ὃν ᾠκοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τῇ ᾽Αστάρτῃ προσοχϑίσματι Σιδωνίων καὶ τῷ Χαμως προσοχϑίσματι Μωαβ καὶ τῷ Μολχολ βδελύγματι υἱῶν Αμμων, ἐμίανεν βασιλεύς.
Verse: 14    
καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέϑρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνϑρώπων.
Verse: 15    
καί γε τὸ ϑυσιαστήριον τὸ ἐν Βαιϑηλ, τὸ ὑψηλόν, ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, καί γε τὸ ϑυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίϑους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος.
Verse: 16    
καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάϕους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάϕων καὶ κατέκαυσεν ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ ϑυσιαστήριον. καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάϕον τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
Verse: 17    
καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο, ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ῾Ο ἄνϑρωπος τοῦ ϑεοῦ ἐστιν ἐξεληλυϑὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ ϑυσιαστήριον Βαιϑηλ.
Verse: 18    
καὶ εἶπεν ῎Αϕετε αὐτό, ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσϑησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προϕήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.
Verse: 19    
καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον, ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἐποίησεν ἐν Βαιϑηλ.
Verse: 20    
καὶ ἐϑυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν ϑυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνϑρώπων ἐπ' αὐτά· καὶ ἐπεστράϕη εἰς Ιερουσαλημ.
Verse: 21    
Καὶ ἐνετείλατο βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε τὸ πασχα τῷ κυρίῳ ϑεῷ ἡμῶν, καϑὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαϑήκης ταύτης·
Verse: 22    
ὅτι οὐκ ἐγενήϑη τὸ πασχα τοῦτο ἀϕ' ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ισραηλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα,
Verse: 23    
ὅτι ἀλλ' τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ιωσια ἐγενήϑη τὸ πασχα τῷ κυρίῳ ἐν Ιερουσαλημ.
Verse: 24    
καί γε τοὺς ϑελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ ϑεραϕιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχϑίσματα τὰ γεγονότα ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξῆρεν βασιλεὺς Ιωσιας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρεν Χελκιας ἱερεὺς ἐν οἴκῳ κυρίου.
Verse: 25    
ὅμοιος αὐτῷ οὐκ ἐγενήϑη ἔμπροσϑεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
Verse: 26    
πλὴν οὐκ ἀπεστράϕη κύριος ἀπὸ ϑυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου, οὗ ἐϑυμώϑη ὀργὴ αὐτοῦ ἐν τῷ Ιουδα ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσης.
Verse: 27    
καὶ εἶπεν κύριος Καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καϑὼς ἀπέστησα τὸν Ισραηλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην, τὴν Ιερουσαλημ, καὶ τὸν οἶκον, οὗ εἶπον ῎Εσται τὸ ὄνομά μου ἐκεῖ.
Verse: 28    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσιου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 29    
ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα ᾽Ασσυρίων ἐπὶ ποταμὸν Εὐϕράτην· καὶ ἐπορεύϑη Ιωσιας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐϑανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν.
Verse: 30    
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἔλαβεν λαὸς τῆς γῆς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
Verse: 31    
Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ιωαχας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ ϑυγάτηρ Ιερεμιου ἐκ Λεμνα.
Verse: 32    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
Verse: 33    
καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαϑα ἐν γῇ Εμαϑ τοῦ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.
Verse: 34    
καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ' αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ· καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέϑανεν ἐκεῖ.
Verse: 35    
καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τῷ Φαραω· πλὴν ἐτιμογράϕησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω.
Verse: 36    
Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιελδαϕ ϑυγάτηρ Φεδεϊα ἐκ Ρουμα.
Verse: 37    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.