TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 361
Previous part

Chapter: 24 
Verse: 1    ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήϑη αὐτῷ Ιωακιμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψεν καὶ ἠϑέτησεν ἐν αὐτῷ.
Verse: 2    
καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱῶν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προϕητῶν.
Verse: 3    
πλὴν ἐπὶ τὸν ϑυμὸν κυρίου ἦν ἐν τῷ Ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα, ὅσα ἐποίησεν·
Verse: 4    
καί γε αἷμα ἀϑῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀϑῴου· καὶ οὐκ ἠϑέλησεν κύριος ἱλασϑῆναι.
Verse: 5    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 6    
καὶ ἐκοιμήϑη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 7    
καὶ οὐ προσέϑετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελϑεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβεν βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐϕράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.
Verse: 8    
Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νεσϑα ϑυγάτηρ Ελλαναϑαν ἐξ Ιερουσαλημ.
Verse: 9    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν πατὴρ αὐτοῦ.
Verse: 10    
ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ, καὶ ἦλϑεν πόλις ἐν περιοχῇ.
Verse: 11    
καὶ εἰσῆλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ' αὐτήν.
Verse: 12    
καὶ ἐξῆλϑεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ.
Verse: 13    
καὶ ἐξήνεγκεν ἐκεῖϑεν πάντας τοὺς ϑησαυροὺς οἴκου κυρίου καὶ τοὺς ϑησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τῷ ναῷ κυρίου, κατὰ τὸ ῥῆμα κυρίου.
Verse: 14    
καὶ ἀπῴκισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείϕϑη πλὴν οἱ πτωχοὶ τῆς γῆς.
Verse: 15    
καὶ ἀπῴκισεν τὸν Ιωακιμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλῶνα
Verse: 16    
καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.
Verse: 17    
καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλῶνος τὸν Μαϑϑανιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ καὶ ἐπέϑηκεν τὸ ὄνομα αὐτοῦ Σεδεκια.
Verse: 18    
Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ ϑυγάτηρ Ιερεμιου.
Verse: 19    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ιωακιμ·
Verse: 20    
ὅτι ἐπὶ τὸν ϑυμὸν κυρίου ἦν ἐπὶ Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠϑέτησεν Σεδεκιας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.