TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 362
Previous part

Chapter: 25 
Verse: 1    καὶ ἐγενήϑη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ' αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλῳ.
Verse: 2    
καὶ ἦλϑεν πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκιου·
Verse: 3    
ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
Verse: 4    
καὶ ἐρράγη πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλϑον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, αὕτη ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύϑη ὁδὸν τὴν Αραβα,
Verse: 5    
καὶ ἐδίωξεν δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωϑ Ιεριχω, καὶ πᾶσα δύναμις αὐτοῦ διεσπάρη ἐπάνωϑεν αὐτοῦ.
Verse: 6    
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, καὶ ἐλάλησεν μετ' αὐτοῦ κρίσιν·
Verse: 7    
καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσϕαξεν κατ' ὀϕϑαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀϕϑαλμοὺς Σεδεκιου ἐξετύϕλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
Verse: 8    
Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός [αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος] ἦλϑεν Ναβουζαρδαν ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ.
Verse: 9    
καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ, καὶ πᾶν οἶκον ἐνέπρησεν
Verse: 10    
ἀρχιμάγειρος.
Verse: 11    
καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειϕϑὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδαν ἀρχιμάγειρος.
Verse: 12    
καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν.
Verse: 13    
καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωϑ καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα.
Verse: 14    
καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς ϕιάλας καὶ τὰς ϑυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβεν·
Verse: 15    
καὶ τὰ πυρεῖα καὶ τὰς ϕιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ἀρχιμάγειρος,
Verse: 16    
στύλους δύο, ϑάλασσα μία καὶ τὰ μεχωνωϑ, ἐποίησεν Σαλωμων τῷ οἴκῳ κυρίου· οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.
Verse: 17    
ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωϑαρ ἐπ' αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωϑαρ τριῶν πήχεων, σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωϑαρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα.
Verse: 18    
καὶ ἔλαβεν ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοϕονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς ϕυλάσσοντας τὸν σταϑμὸν
Verse: 19    
καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεϑέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεϑέντας ἐν τῇ πόλει·
Verse: 20    
καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα,
Verse: 21    
καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐϑανάτωσεν αὐτοὺς ἐν Δεβλαϑα ἐν γῇ Αιμαϑ. καὶ ἀπῳκίσϑη Ιουδας ἐπάνωϑεν τῆς γῆς αὐτοῦ.
Verse: 22    
Καὶ λαὸς καταλειϕϑεὶς ἐν γῇ Ιουδα, οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ' αὐτῶν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν.
Verse: 23    
καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν, καὶ ἦλϑον πρὸς Γοδολιαν εἰς Μασσηϕαϑ, καὶ Ισμαηλ υἱὸς Ναϑανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαϑ Νετωϕαϑίτης καὶ Ιεζονιας υἱὸς τοῦ Μαχαϑι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
Verse: 24    
καὶ ὤμοσεν Γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Μὴ ϕοβεῖσϑε πάροδον τῶν Χαλδαίων· καϑίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
Verse: 25    
καὶ ἐγενήϑη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλϑεν Ισμαηλ υἱὸς Ναϑανιου υἱοῦ Ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολιαν, καὶ ἀπέϑανεν, καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ' αὐτοῦ εἰς Μασσηϕαϑ.
Verse: 26    
καὶ ἀνέστη πᾶς λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλϑον εἰς Αἴγυπτον, ὅτι ἐϕοβήϑησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.
Verse: 27    
Καὶ ἐγενήϑη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεϕαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου ϕυλακῆς αὐτοῦ
Verse: 28    
καὶ ἐλάλησεν μετ' αὐτοῦ ἀγαϑὰ καὶ ἔδωκεν τὸν ϑρόνον αὐτοῦ ἐπάνωϑεν τῶν ϑρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι,
Verse: 29    
καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς ϕυλακῆς αὐτοῦ καὶ ἤσϑιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
Verse: 30    
καὶ ἑστιατορία αὐτοῦ ἑστιατορία διὰ παντὸς ἐδόϑη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.