TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 341
Previous part

Chapter: 4 
Verse: 1    Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προϕητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα ῾Ο δοῦλός σου ἀνήρ μου ἀπέϑανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν ϕοβούμενος τὸν κύριον· καὶ δανιστὴς ἦλϑεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
Verse: 2    
καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐϑὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ' ἀλείψομαι ἔλαιον.
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωϑεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς,
Verse: 4    
καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν ϑύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωϑὲν ἀρεῖς.
Verse: 5    
καὶ ἀπῆλϑεν παρ' αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν ϑύραν κατ' αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν,
Verse: 6    
ἕως ἐπλήσϑησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ᾽Εγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
Verse: 7    
καὶ ἦλϑεν καὶ ἀπήγγειλεν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσϑε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
Verse: 8    
Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν ϕαγεῖν ἄρτον. καὶ ἐγένετο ἀϕ' ἱκανοῦ τοῦ εἰσπορεύεσϑαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ ϕαγεῖν.
Verse: 9    
καὶ εἶπεν γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ᾽Ιδοὺ δὴ ἔγνων ὅτι ἄνϑρωπος τοῦ ϑεοῦ ἅγιος οὗτος διαπορεύεται ἐϕ' ἡμᾶς διὰ παντός·
Verse: 10    
ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ ϑῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίϕρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσϑαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
Verse: 11    
καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλϑεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήϑη ἐκεῖ.
Verse: 12    
καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Verse: 13    
καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν ᾽Ιδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; δὲ εἶπεν ᾽Εν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ.
Verse: 14    
καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ἀνὴρ αὐτῆς πρεσβύτης.
Verse: 15    
καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν ϑύραν.
Verse: 16    
καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ὥρα ζῶσα σὺ περιειληϕυῖα υἱόν· δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου.
Verse: 17    
καὶ ἐν γαστρὶ ἔλαβεν γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε.
Verse: 18    
καὶ ἡδρύνϑη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλϑεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς ϑερίζοντας,
Verse: 19    
καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεϕαλήν μου, τὴν κεϕαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ ῏Αρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
Verse: 20    
καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήϑη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέϑανεν.
Verse: 21    
καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἀπέκλεισεν κατ' αὐτοῦ καὶ ἐξῆλϑεν.
Verse: 22    
καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν ᾽Απόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἐπιστρέψω.
Verse: 23    
καὶ εἶπεν Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. δὲ εἶπεν Εἰρήνη.
Verse: 24    
καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς ῎Αγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι·
Verse: 25    
δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν, καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ ᾽Ιδοὺ δὴ Σωμανῖτις ἐκείνη·
Verse: 26    
νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; δὲ εἶπεν Εἰρήνη.
Verse: 27    
καὶ ἦλϑεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισεν Γιεζι ἀπώσασϑαι αὐτήν, καὶ εἶπεν Ελισαιε ῎Αϕες αὐτήν, ὅτι ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι.
Verse: 28    
δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; οὐκ εἶπα Οὐ πλανήσεις μετ' ἐμοῦ;
Verse: 29    
καὶ εἶπεν Ελισαιε τῷ Γιεζι Ζῶσαι τὴν ὀσϕύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριϑήσῃ αὐτῷ· καὶ ἐπιϑήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
Verse: 30    
καὶ εἶπεν μήτηρ τοῦ παιδαρίου Ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύϑη ὀπίσω αὐτῆς.
Verse: 31    
καὶ Γιεζι διῆλϑεν ἔμπροσϑεν αὐτῆς καὶ ἐπέϑηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν ϕωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρϑη τὸ παιδάριον.
Verse: 32    
καὶ εἰσῆλϑεν Ελισαιε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεϑνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.
Verse: 33    
καὶ εἰσῆλϑεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν ϑύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον·
Verse: 34    
καὶ ἀνέβη καὶ ἐκοιμήϑη ἐπὶ τὸ παιδάριον καὶ ἔϑηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ' αὐτόν, καὶ διεϑερμάνϑη σὰρξ τοῦ παιδαρίου.
Verse: 35    
καὶ ἐπέστρεψεν καὶ ἐπορεύϑη ἐν τῇ οἰκίᾳ ἔνϑεν καὶ ἔνϑεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀϕϑαλμοὺς αὐτοῦ.
Verse: 36    
καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν Κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλϑεν πρὸς αὐτόν. καὶ εἶπεν Ελισαιε Λαβὲ τὸν υἱόν σου.
Verse: 37    
καὶ εἰσῆλϑεν γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλϑεν.
Verse: 38    
Καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα, καὶ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προϕητῶν ἐκάϑηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ ᾽Επίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προϕητῶν.
Verse: 39    
καὶ ἐξῆλϑεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωϑ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ' αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.
Verse: 40    
καὶ ἐνέχει τοῖς ἀνδράσιν ϕαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσϑίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνϑρωπε τοῦ ϑεοῦ· καὶ οὐκ ἠδύναντο ϕαγεῖν.
Verse: 41    
καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον ῎Εγχει τῷ λαῷ καὶ ἐσϑιέτωσαν· καὶ οὐκ ἐγενήϑη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.
Verse: 42    
καὶ ἀνὴρ διῆλϑεν ἐκ Βαιϑσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριϑίνους καὶ παλάϑας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσϑιέτωσαν.
Verse: 43    
καὶ εἶπεν λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσϑιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν.
Verse: 44    
καὶ ἔϕαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.